Ancient Greek
2.188.1 to 2.188.27
Proclus Phil., In Platonis Timaeum Commentaria 2.188.1-2-27
Unproofread scanNot analysed yet
αὐτοῦ ἰγ μονάσιν, τὸ δὲ ἑπτακαιδέκατον τοῦ σμγ πλειόνων ἔστιν ἢ ἰγ μονάδων. πολλῷ ἄρα μᾶλλον ὁ τοῦ λείμματος λόγος ἐλάσσων ἔστι τοῦ ἡμιτονίου διαστήματος, ὥστε καὶ ὁ λοιπὸς εἰς τὸν τόνον, ὅς ἔστι τῆς ἀποτομῆς λόγος, ἐξ ἀν- άγκης ἡμιτονίου μείζων ἔστιν. ἔτι δὲ καὶ οὕτως δεικτέον· ἐκκεῖσθωσαν ὁ σνς καὶ σμγ, καὶ εἰληφθῶσαν τρεῖς ἐξῆς ἐν τῷ τούτων λόγῳ· ὁ μὲν ἀπὸ σνς μυριάδες ἔξ καὶ ,εφλς, ὁ δὲ ἀπὸ τοῦ σμγ μυριάδες πέντε καὶ ,θμθ, ὁ δὲ ὑπ’ ἀμφοτέρων μυριάδες ἔξ καὶ ,βση. οὕτοι δὴ οἱ τρεῖς ἀνὰ C λόγον εἰσὶν ἐν τῷ λόγῳ τοῦ λείμματος, ὅπερ εἰ ἔστιν ἡμι- τόνιον, ἔσται ὁ τῶν ἄκρων λόγος τονιαῖος, εἰ δὲ μείζων ἡμιτονίου, καὶ ἐκεῖνος μείζων τόνου, εἰ δὲ ἐλάσσων, ἐλάσσων. ἀλλὰ μὴν ὁ ἐπόγδοος τῶν πέντε μυριάδων καὶ ἑνακισχιλίων τεσσαρακονταεννέα ἔστιν ὁ τῶν ἔξ μυριάδων καὶ ἑξακισχιλίων τετρακοσίων τριάκοντα <καὶ ὀγδόου>, μείζων δὲ οὗτος τοῦ μείζονος. δείκνυται δὲ καὶ ἄλλως ἐκ τριτῶν, ὅτι οὐ διαι- ρεῖται ὁ τόνος εἰς δύο ἴσα τοῦτον ἔχοντα τὸν λόγον, ὃν ὁ σνς πρὸς σμγ· ἐὰν γὰρ τοῦ σμγ τὸ ὀγδοον λάβωμεν, ὅπερ ἔστι λ καὶ δ’ καὶ η’, καὶ ταῦτα συνθῶμεν αὐτῷ, ποιήσομεν τὸν σογ δ’ η’ πρὸς τὸν σμγ λόγον ἔχοντα ἐπόγδοον. ἀλλ’ ὁρᾷς, ὅτι ὁ σνς πρὸς τὸν σμγ ἐλάσσονα ἔχει λόγον ἢ πρὸς τὸν σνς ὁ σογ δ’ η’· ὁ μὲν γὰρ σνς ἔχει πρὸς τὸν σμγ λόγον ἐπιμερῆ ὑπερέχων αὐτοῦ δέκα καὶ τρισὶ διακοσιостоτεσσαρα- κοστοτρίτοις, ὁ δὲ σογ καὶ τέταρτον καὶ ὀγδοον τοῦ σνς ὑπερέχει διακοσιοστοπεντηκοστοέκτοις δέκα καὶ ἑπτὰ καὶ τε- τάρτῳ καὶ ὀγδόῳ· μείζων δὲ ὁ ἑπτακαιδεκά τισι καὶ πρὸς ὑπερέχων τοῦ τρισκαιδέκα τισιν ὑπερέχοντος κατὰ τὸν λόγον D τῆς ὑπεροχῆς. οὐκ ἄρα εἰς ἴσα διῆρται ὁ τόνος, ἀλλὰ τὸ