Ancient Greek
2.19.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.19.1-2
Unproofread scanNot analysed yet
ἐκ πυρὸς καὶ γῆς, ἵνα ὁρατὸν τε ἀποτελεσθῇ διὰ τὸ πῦρ καὶ ἀπτὸν διὰ τὸ στερεὸν τῆς γῆς. ὁ δὴ καὶ πᾶνυ μετ’ ἀκριβείας τι στερεὸν προσηγόρευσε. φυσικὸν γὰρ ἄλλο στερεὸν καὶ μαθηματικὸν ἄλλο, τὸ μὲν ἄναφές, τὸ δὲ ἀπτόν, ὁ δὴ ποθεῖ νῦν ὁ λόγος· ἐκεῖνο γὰρ τὸ στερεὸν ἀπτόν, ὁ ἐστι φυσικόν. οἱ οὖν ἀποροῦντες, διὰ τί στερεὸν ἡ γῆ μόνον, ἄτοποι· καὶ γὰρ ὕδωρ, φασί, καὶ ἀὴρ τοιαῦτα. δυνατόν γὰρ πρὸς αὐτοὺς λέγειν, ὅτι τῇ γῇ μάλιστα ὑπάρχει τὸ ἀντί-τυπον. αὕτη γοῦν ὑποβάθρα καὶ τῶν ἄλλων ἐστί· γῆ γὰρ ὑπερεῖδει καὶ τὸ ὕδωρ καὶ τὸν ἀέρα, ταῦτα ἀμφότερα. πρῶ-τον οὖν ἀπτὸν ἡ γῆ καὶ πρῶτον ἀντίτυπον καὶ διὰ τοῦτο πρῶτον στερεόν. παραιτούμεθα δὲ τοὺς λέγοντας, ὅτι τὰ Β τρία στοιχεῖα τὰ μετὰ τὸ πῦρ ἐκάλεσε γῆν ἐν τούτοις· τί γὰρ ἂν εἴη λοιπὸν τὸ μέσον γῆς καὶ πυρός, οὐκ ἔστιν εἰπεῖν.