Ancient Greek
2.19.4
Proclus Phil., In Platonis Timaeum Commentaria 2.19.4
Unproofread scanNot analysed yet
Ἐν δὴ τούτοις ὁ μὲν δεσμὸς ὡς εἰκόνα παροχόμενος ἑαυτὸν τῆς ἐνώσεως τῆς θείας παραλαμβάνεται καὶ τῆς κοι-νωνίας τῶν δυνάμεων, καθ’ ἣν μετ’ ἀλλήλων ποιεῖται τὰς ἀπογεννήσεις τὰ νοερὰ τῶν ὅλων αἴτια, τὸ δὲ κάλλος ὡς ἐνοποιὸν ἔχον καὶ συνδετικὴν οὐσίαν τε καὶ δύναμιν ἀνα-φαίνεται· καὶ γὰρ τὸ καλῶς συνίστασθαι καὶ τὸ δεσμῶν δὲ κάλλιστος τούτου μοι δοκεῖ σημαντικὰ ὑπάρχειν ἀμφό-τερα. ἀφξάμενος οὖν ἀπὸ τῆς δυάδος ὡς τῇ γενέσει καὶ προόδῳ καὶ ἐτερότητι συζύγου τὴν ἕνωσιν ἐπάγει τοῖς μετέ-