Ancient Greek
2.190.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.190.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35B] πρὸς τὰ σμγ· ἔστω γὰρ ἐπίτριτος ὁ AB τοῦ E, καὶ ἀφη- 5 ρήσθω ὁ μὲν Γ ὑπόλογος ὢν τοῦ AB ἐπογδόου, ὁ δὲ Δ ὡσαύτως τοῦ Γ· λέγω, ὅτι ὁ Δ πρὸς τὸν E τὸν προκείμενον ἔχει λόγον· ἀφηρήσθω γὰρ ἀπὸ τοῦ AB τῷ μὲν Γ ἴσος ὁ ZB, τῷ δὲ Δ ὁ HB. ἐπεὶ οὖν ἐστιν ὡς ὁ AB πρὸς τὸν Γ, ὁ Γ πρὸς τὸν Δ (ἐπόγδοι γάρ), ἔσται καὶ ὡς ὁ AB πρὸς τὸν BZ, οὕτως ὁ BZ πρὸς τὸν BH. καὶ λοιπὸς ἄρα ὁ AZ πρὸς λοιπὸν τὸν ZH ἔσται ὡς ὅλος πρὸς ὅλον, τοιούτων, ὡς ὁ AB πρὸς BZ. ἐπόγδοος δὲ ὁ AB τοῦ BZ· ἐπόγδοος ἄρα καὶ 10 ὁ AZ τοῦ ZH. κείσθω τῷ ZH ἴσος ὁ ZΘ· ἐπόγδοος ἄρα ὁ AZ τοῦ ZΘ· ὁ ἄρα ZΘ τοῦ ΘA ὀκταπλάσιος. ἴσος δὲ τῷ ZΘ ὁ ZH· ὁ ἄρα HΘ ἐκκαιδεκαπλάσιος τοῦ ΘA. πάλιν ἐπεὶ ἐπόγδοος ὁ ZB τοῦ BH (καὶ γὰρ ὁ Γ τοῦ Δ), ὀκταπλάσιος ἄρα ὁ BH τοῦ HZ. οἷον ἄρα ἐστιν ὁ ZH ὀκτώ, τοιούτων 15 ὁ HB ἐξήκοντα καὶ τεττάρων, ὁ δὲ ZB ἐβδομήκοντα καὶ δυοῖν· ταῦτα γὰρ ἐπόγδοα τοῦ ΕΔ· ὁ δὲ AB ὅλος ὀγδοήκοντα καὶ ἑνός· ταῦτα γὰρ ἐπόγδοα τοῦ δύο καὶ ἐβδομήκοντα. τετραπλασιάσον οὖν τοὺς ἀριθμοὺς· οἷον ἄρα ὁ AB τκδ, 196 τοιούτων ὁ BH, τοιούτων ὁ Δ, σνζ· τετραπλάσιος γὰρ ὁ μὲν τκδ τοῦ πα, ὁ δὲ σνζ τοῦ ξδ. τὰ δὲ ἴσακις πολλαπλάσια 20 τοῖς μέρεσι τὸν αὐτὸν ἔχει λόγον. ἐπεὶ οὖν ἐπίτριτός ἐστιν ὁ AB τοῦ E, οἷον ὁ AB τκδ, τοιούτων ὁ E σμγ· ἔχει γὰρ τὸν σμγ καὶ τὸ τρίτον αὐτοῦ τὸν πα. ἦν δὲ καὶ οἷον ὁ AB τκδ, τοιούτων ὁ Δ σνζ. οἷον ἄρα ὁ Δ σνζ, τοιούτων ὁ E σμγ. ὅτι δὲ ἐν ἐλαχίστοις ἐστὶ τούτοις ὁ τοῦ λείμματος 25 λόγος, δῆλον· εἰσὶ γὰρ πρῶτοι πρὸς ἀλλήλους· καὶ τοῦτοδῆλον ἐκ τῆς ἀνθυφαιρέσεως· εἰς γὰρ μονάδα λήγουσιν ἀνθυφαιρουμένων τοῦ ἐλάσσονος ἀεὶ ἀπὸ τοῦ μείζονος. εἰ δὲ πρῶτοι εἰσιν, φανερὸν, ὅτι ἐλάχιστοι εἰσὶν τῶν τὸν αὐτὸν λόγον αὐτοῖς ἔχοντων. ἐὰν ἄρα ἀπὸ ἐπιτρίτου διαστήματος ἐπόγ- 30