Ancient Greek
2.192.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.192.1-2
Unproofread scanNot analysed yet
τίσι πρώτοις, ᾧ ὑπερβάλλει τὸ λείμμα ἢ ἀποτομή. ἔστι μὲν οὖν, ὡς καὶ οἱ παλαιοὶ φασιν, ἐν τελείαις μονάσι ταῖς πεντήκοντα τρισὶ μυριάσι μετὰ τῶν χιλίων τετρακοσίων τεσσαράκοντα καὶ ἑνὸς πρὸς τὰς πεντήκοντα δύο μυριάδας μετὰ τῶν τετρακισχιλίων <διακοσίων> ὀγδοήκοντα καὶ τὰς ὀκτὼ μονάδας. εἰ δὲ ἀδιάφορον καὶ τὴν μονάδα τεμεῖν, εἰλήφθω λόγος μὲν τοῦ λείμματος ἐν τῷ συν πρὸς σμγ, τούτου δὲ ἐπόγδοος σογ τέταρτον ὀγδοον, τοῦ δὲ συν ἄλλο λείμμα σξθ καὶ διακοσιοστοτεσσαρακοστότριτα δεκατρία μονάδος μιᾶς· οὗτος γὰρ ἦν ὁ τοῦ λείμματος λόγος. ἔχει δὲ ὁ εἰρημένος ἀριθμὸς τὸν συν καὶ μονάδας δεκατρεῖς καὶ διακοσιοστοτεσσαρακοστότριτα δεκατρία. ἐπεὶ οὖν ὁ συν ἐκ τε τοῦ σμγ καὶ ἄλλων ἐστὶ μονάδων δεκατριῶν, αἵτινες εἰσὶ διακοσιοστοτεσσαρακοστότριτα τοῦ σμγ δεκατρία, δῆλον ὡς ὁ σξθ μετὰ τῶν διακοσιοστοτεσσαρακοστοτριτῶν δέκα καὶ τριῶν τὸν μὲν δεκατρία, ᾧ ὑπερέχει τοῦ συν, ἔχει τοῦ ἐν αὐτῷ σμγ, ὄντα δεκατρία διακοσιοστοτεσσαρακοστότριτα, τῶν δὲ μονάδων ἑκάστης τοῦ δεκατρία, ᾧ ὑπερέχει ὁ συν τοῦ σμγ, τὰ λοιπὰ διακοσιοστοτεσσαρακοστότριτα δεκατρία ὡσαύτως μέρη. συντεθεὶς ἄρα ὁ λόγος ὁ σξθ καὶ τὰ ιγ διακοσιοστοτεσσαρακοστότριτα τὸν αὐτὸν ἔχει λόγον πρὸς ὅλον τὸν συν, ὃν εἶχεν αὐτὸς ὁ συν πρὸς τὸν σμγ, ἐπιμερῆς ὢν πρὸς αὐτὸν καὶ ἔχων μέρη αὐτοῦ διακοσιοστοτεσσαρακοστότριτα δεκατρία, μονάδας μέντοι σμγ. λοιπὸς ἄρα ὁ διακόσια ἑβδομήκοντα καὶ τρία καὶ τέταρτον καὶ ὀγδοον τοῦ κόμματος ἐστὶ λόγος πρὸς τὸν διακόσια ἑξήκοντα ἕννεα καὶ διακοσιοστοτεσσαρακοστότριτα δεκατρία· ὥστε ἡῦρηται, ἐν τίσι