Ancient Greek
2.196.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.196.2
Unproofread scanNot analysed yet
E τὸ διάγραμμα. Πλάτων δὲ ἀποτομῆς οὐκ ἐμνημόνευσεν, ὅθεν ἡμεῖς ἀρχόμενοι τῷ λείμματι μόνοις ἠρκεσθῆμεν ὅροις τοῖς ἐκτεθεῖσι· καὶ πῶς γὰρ ἔμελλε τὴν ἀποτομὴν προσποιεῖσθαι διατονικὸν τὸ γένος λαβών, ἐν ᾧ ὁ ἐπόγδοος οὐ τέμνεται, τῆς ἀποτομῆς γινομένης, ὅπόταν ὁ ἐπόγδοος τμηθῇ; τὸ γὰρ μετὰ τὸ λείμμα τοῦ ἐπογδόου μέρος ἐστὶν ἡ ἀποτομή. οὐτ’ οὖν μνημονεύσαντος Πλάτωνος τῆς ἀποτομῆς οὔτε δυναμένης ἐμπίπτειν ἐν τῷ διατονικῷ γελοῖον ἦν ἡμᾶς ζητεῖν παρεμβάλλειν ὅρους ἄλλους, ἵνα καὶ τὴν ἀποτομὴν ἔχωμεν, ἀρχοῦντων τῶν τεσσάρων καὶ τριάκοντα πρὸς τὴν συμπλήρωσιν τῶν ἐπογδῶν καὶ τῶν λειμμάτων. καὶ ἔοικεν καὶ ὁ τῶν τριάκοντα καὶ τεσσάρων ἀριθμὸς οἰκεῖος εἶναι τῷ διατονικῷ γένει, ἐν ᾧ μόνῳ ἐστὶν ὁ ἐπόγδοος λόγος· σύγκειται