Ancient Greek
2.198.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.198.1-2
Unproofread scanNot analysed yet
τεσσαράκοντα τέσσαρα τριπλασίους οὐσι τῶν πυθμενικῶν ὅρων τῶν εὐρεθέντων ἡμῖν ἐν τῷ τρίτῳ διπλασίῳ πρότερον· ὅτι γὰρ ὁ τῆς ἀποτομῆς λόγος ἐν ἐκείνοις ἐστὶ πυθμενικῶς, δῆλον· δείκνυνται γὰρ πρῶτοι πρὸς ἀλλήλους ὁ δισχίλια καὶ ἑκατὸν καὶ ὀγδοήκοντα καὶ ἑπτὰ καὶ ὁ δισχίλια καὶ τεσσαράκοντα καὶ ὀκτὼ διὰ τοῦ ἐκ τῆς ἀνθυφαιρέσεως θεωρήματος, τῶν πρώτων ἐλαχίστων ὄντων ἐξ ἀνάγκης. δέδεικται μὲν οὖν ἐκ τῶν Φιλόλαου [A 26 D.] τὸ πλῆθος τῶν παρὰ τῷ Τιμαίῳ γραφέντων ὅρων, τοῖς δὲ Πλάτωνος τὸ διάγραμμα προβαίνει καὶ ἄνευ τοῦ λόγου τῆς ἀποτομῆς. ταῦτα μὲν 10 οὖν εἰρήσθω μέχρι τούτων. ἐπεὶ δὲ εἴπομεν [185, 27 ss] ἐν τοῖς ἔμπροσθεν, ὅτι, ἐὰν ἑνὸς ὅρου ὁ μὲν διπλάσιος, ὁ δὲ τριπλάσιος ληφθῇ, ὁ μὲν τῶν διπλασίων μεταξὺ κατὰ B τὴν ἀριθμητικὴν ἐμπίπτων ἀρμονικὴ μεσότης ἔσται κατὰ τὸ τριπλάσιον, αὐτὸς δὲ ὁ διπλάσιος ἀριθμητική, νῦν αὐτὸ συν- 15 τóμως σαφηνίσωμεν ἅμα ἀποδεικνύντες· ἔστω γὰρ τοῦ A ὁ B διπλάσιος, ὁ δὲ Γ τριπλάσιος, καὶ τοῦ A καὶ B μεταξὺ ὁ Δ κατὰ τὴν ἀριθμητικήν· λέγω, ὅτι συμβαίνει τὰ ἐν τῇ προτάσει· ἐπειδή γὰρ τοῦ A ὁ μὲν B διπλάσιος, ὁ δὲ Γ τριπλάσιος, οἷον ἐστὶν ὁ A δυοῖν, τοιούτων ὁ μὲν B τεσσα- 20 ρῶν, ὁ δὲ Γ ἑξ, ὥστε καὶ οἷον ὁ B τεττάρων, τοιούτων ὁ Γ ἑξ. τοσοῦτῳ ἄρα ὁ Γ ὑπερέχει τοῦ B, ὅσῳ ὁ B τοῦ A, ὥστε ἀριθμητικὴ μεσότης ἐστὶ τοῦ Γ καὶ A ὁ B. πάλιν ἐπεὶ οἷον ὁ A δυοῖν, τοιούτων ὁ B τεσσάρων, ὁ δὴ Δ μέσος αὐτῶν κατὰ τὴν ἀριθμητικήν, ἔσται καὶ αὐτὸς τοιούτων τριῶν, 25 οἷον ὁ μὲν A δυοῖν, ὁ δὲ B τεττάρων. οἷον δὲ ὁ B τεσσαρῶν, τοιούτων ὁ Γζ. ἔστιν ἄρα οἷον ὁ A δυοῖν, τοιούτων ὁ μὲν Δ τριῶν, ὁ δὲ Γζ. ὁ δὲ Δ ἄρα πρὸς τὸν A καὶ τὸν Γ ποιήσει μεσότητα ἀρμονικήν· τῷ γὰρ αὐτῷ μέρει ὑπερἔχεται τε ὑπὸ τοῦ μείζονος καὶ ὑπερέχει τοῦ ἐλάσσονος. 30 τοῦτο μὲν οὖν ταύτῃ ἔχετω.