Ancient Greek
2.201.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.201.2
Unproofread scanNot analysed yet
Ὅσα μὲν οὖν μαθηματικῶς σκοπουμένοις δυνατόν ἦν εἰς τὴν τοῦ ψυχογονικοῦ διαγράμματος θεωρίαν συμβάλλεσθαι, προεἴπομεν. μέλλοντες δὲ ἄρχεσθαι τῆς πραγματιωδους ἐξηγήσεως ἡγοῦμεθα χρήναι πρῶτον περὶ αὐτῆς τῆς διαιρέσεως εἰπεῖν, καθ’ ἣν ἡ ψυχὴ διήρηται τοῖσδε τοῖς λόγοις, καὶ διὰ τῶν ἐλέγχων ἀφελεῖν ὅσα ἡμῖν ἐστὶν ἔμπόδια πρὸς τὴν κατανόησιν τῆς περὶ αὐτὴν ἀληθείας. μηδεὶς τοίνυν ταύτην τὴν διαίρεσιν σωματικὴν εἶναι νομιζέτω (δεδείκται γὰρ ἔμπροσθεν, ὡς ἡ τῆς ψυχῆς μεσότης ἐξήρηται τῶν τε σωμάτων καὶ πάσης ὁμοῦ τῆς περὶ αὐτὰ γιγνομένης μεριστῆς οὐσίας), μηδὲ κρείττονα μὲν σωμάτων αὐτὴν ὑποτιθέσθω, κατὰ τὰ αὐτὰ δὲ τοῖς πέρασι καὶ τοῖς διαστήμασι τοῖς γεωμετρουμένοις αὐτὴν οἴεσθω διαιρεῖσθαι †πρὸς παρὸν (τὰ μὲν γὰρ διαστατὰ ὅλα δι’ ὅλων ἑαυτοῖς οὐ πάρεστι καὶ διαιρεθέντα τὴν ἕνωσιν ἀσύγχυτον οὐ δύναται φυλάττειν, ἡ ψυχὴ δὲ μετέχουσα τῆς ἀμερίστου μοῖρας ἥνωται πρὸς ἑαυτὴν καὶ πάντα τὰ στοιχεῖα ἐν πᾶσι τὰ αὐτὰ δείκνυσιν ὑφεστηκότα), μηδὲ αὖ ὡς ἀριθμοῦ λογίζεσθω ταύτην τὴν τομήν (ἔστι μὲν γὰρ ἀριθμός, ἀλλ’ οὐχ ὁ κατὰ τὸ ποσόν, ἀλλ’ οὐσιώδης, αὐτόγονος, ἔνοειδής, πρὸς ἑαυτὸν ἐπεστραμμένος), μηδὲ παραβάλλετω τοῖς σπερματικοῖς λόγοις τὴν ἐν πᾶσι πάντων παρουσίαν (ἄτελεῖς γάρ εἰσιν ἐκεῖνοι καὶ σωματοειδεῖς καὶ ἔνυλοι καὶ παντάπασιν ἀπολείπονται τῆς ὁλίου καὶ καθαρᾶς τῶν ψυχικῶν λόγων οὐσίας), μηδὲ τις εἰκάζετω τὰς λεγομένας μοῖρας τοῖς τῆς ἐπιστῆμης θεωρήμασιν, ὡς ἕκαστον τὴν ὅλην ἔχοντος (οὐ γὰρ τὴν γνώσιν νῦν τῆς ψυχῆς, ἀλλὰ τὴν οὐσίαν ἐπισκοποῦμεθα), οὐδὲ