Ancient Greek
2.203.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.203.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35B] τῇ γενέσει τῶν μερῶν, δῆλον, εἴπερ ὁ δημιουργὸς ἐστὶν αἴδιος ὑποστάτης, αὐτὸς δὲ ἐν ὅλον ὑπέστησε τὴν ψυχὴν πρὸ τῆς διαιρέσεως· οὐδὲ γὰρ ἄλλο τι παράγων ἀφανίζει, πᾶν δὲ ἀεὶ παράγει καὶ διαιωνίως καὶ μένειν ποιεῖ τὸ παραγόμενον ὅπερ ἐστίν. οὐκ ἄρα ἡ ὁλότης ἀπόλλυται τῶν μερῶν ὁφισταμένων, ἀλλὰ μένει καὶ προηγείται γε τῶν μερῶν· οὐ γὰρ τὰ μέρη πρὸ τοῦ ὅλου παρήγαγεν, ἐπ’ ἐκ τούτων ἐγεννήσατο τὸ ὅλον, ἀλλ’ ἐμπαλιν. ὁμοῦ ἄρα καὶ ὅλον ἐστὶ καὶ μέρη ἔχον καὶ ἐν πλήθος ἡ οὐσία τῆς ψυχῆς. ἡ μὲν οὖν διαιρέσις, ἣν ὁ Τίμαιος ἐπὶ τῆς ψυχῆς παραλαμβάνει, τοιαύτη τις ἐστίν. ὁ δὲ τρόπος τῆς περὶ αὐτὴν ἐξηγήσεως ἐστὶν τῇ οὐσίᾳ συμφυής, ἀπὸ μὲν τῆς φαινομένης ἁρμονίας ἀπολυθόντος, ἀνάγον δὲ ἑαυτὸν ἐπὶ τὴν οὐσίαν καὶ ἄυλον ἁρμονίαν καὶ ἀπὸ τῶν εἰκόνων ἐπὶ τὰ παραδείγματα ἀναπεμπόμενος· ἡ γὰρ δι’ ὧτων εἰσρέουσα συμφωνία καὶ ἐν ἤχοις καὶ πληγαῖς ὁφισταμένη τῆς ζωτικῆς καὶ νοερᾶς ἐξηλακται. μὴ τοίνυν τις ἄχρι τῆς μαθηματικῆς τῶν προκειμένων ἰστάσθω θεωρίας, ἀλλ’ ἐπὶ τὸν πρέποντα τρόπον τῇ οὐσίᾳ τῆς ψυχῆς ἑαυτὸν ἐγειρέτω, μηδὲ εἰς διάστημα τῶν κινήσεων διαφορὰς ἀποβλέπειν ἡμᾶς ἀξιώτω· πόρρωθεν γὰρ ταῦτα λαμβάνεται καὶ οὐδαμῇ συναρμόζεται τοῖς προκειμένοις· ἀλλ’ αὐτὰ καθ’ αὐτὰ σκοπεῖτω τὰ λεγόμενα, καὶ ὅπως ἐνδειξὶν παρέχεται τῆς ψυχικῆς μεσότητος ἀναλογιζέσθω καὶ ὅπως στοχάζεται τῆς δημιουργικῆς προνοίας. Πρῶτον μὲν οὖν εἰ θεωρεῖν ἐθέλοις, τριττὴς τῆς ὁλότητος αὐτῆς, τῆς μὲν πρὸ τῶν μερῶν, τῆς δὲ ἐκ τῶν μερῶν, τῆς δὲ ἐν ἑκάστῳ τῶν μερῶν, ὅς πολλάκις ἡμῖν ἐν ἄλλοις δέδεικται, τὴν μὲν ὁλότητα τὴν πρὸ τῶν μερῶν ἤδη παραδέδωκε τῆς ψυχῆς· ἐν γὰρ ὅλον ἐποίησεν αὐτὴν πρὸ παντὸς μερισμοῦ, ἣν καὶ μένειν οὖσαν ὅπερ ἐστὶν εἴπομεν, ἐν τῇ παραγωγῇ τῶν μερῶν οὐ δαπανωμένην· τὸ γὰρ εὖ ἁρμοσθὲν λύειν ἐθέλεις κακοῦ [41B], λύσει δὲ δαπανῶν τὸ ὅλον