Ancient Greek
2.205.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.205.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35B] ἀπὸ δυάδος, πυρὸς καὶ γῆς, καὶ δύο ἄλλα μεταξὺ τούτων ἑταττε γένῃ στοιχείων· ψυχὴ δέ, μέση οὖσα τούτων, μονὰς τέ ἐστιν ἅμα καὶ δυάς· αἴτιον δέ, ὅτι ἐξ ἴσου πῶς μετέχει πέραςτος καὶ ἀπειρίας, ὥσπερ νοῦς μὲν πέραςτος συγγενής, σῶμα δὲ ἀπειρία προσήκει μᾶλλον διὰ τε τὴν ὑποκειμένην ὕλην καὶ τὸν ἐπ’ ἀπειρον μερισμόν. καὶ εἰ ταύτῃ τινὲς τὸ ἀμέριστον καὶ τὸ μεριστὸν εἰς μονάδα καὶ τὴν ἀόριστον ἀνέπεμπον δυάδα, τοῖς πράγμασιν ἐπομένως ἔλεγον· εἰ δὲ ὡς ἀριθμὸν τὴν ψυχὴν ποιούντες οὐδὲν διαφέροντα τῶν μοναδικῶν ἀριθμῶν, πολλοῦ ἕδεον συμβαίνοντα λέγειν τῇ οὐσίᾳ τῆς ψυχῆς. ἐστὶ δ’ οὖν μονὰς ἅμα καὶ δυάς, ἐνεικονιζομένη τῷ μὲν μοναδικῷ τὸ νοερὸν πέρας, τῷ δὲ δυναδικῷ τὴν ἀπειρίαν, ἢ τῷ μὲν εἰκόνι οὖσα τοῦ ἀμεροῦς, τῷ δὲ παράδειγμα τῶν μεριστῶν. Πρὸς δὴ τούτοις κάκεινο θεωρητέον, ὅπως διττὸν ἐνταῦθα παραδίδεται τοῦ δημιουργοῦ τὸ ἔργον· καὶ γὰρ διαιρεῖ κατὰ μοῖρας τὴν ψυχὴν καὶ ἀρμόζει τὰ διρημένα καὶ σύμφωνα ἀλλήλοις ἀπεργάζεται, ταῦτα δὲ ποιῶν ἅμα μὲν Διονυσιακῶς, ἅμα δὲ Ἀπολλωνιακῶς ἐνεργεῖ· τὸ μὲν γὰρ διαιρεῖν καὶ τὸ προάγειν εἰς μέρη τὰ ὅλα καὶ τῆς διανομῆς προεστάναι τῶν εἰδῶν Διονυσιακόν, τὸ δὲ ἐναρμονίως πάντα τελειοῦν Ἀπολλωνιακόν. ἆτε οὖν ἀμφοτέρων τῶν θεῶν τούτων ὁ δημιουργὸς ἐν ἑαυτῷ περιέχων τὴν αἰτίαν καὶ μερίζει καὶ ἀρμόζει τὴν ψυχὴν· καὶ γὰρ ὁ ἀριθμὸς κοινὸς ἐστιν ἀμφοτέροις ἢ ἑβδομάς, ἐπεὶ καὶ τὸν Διόνυσον οἱ θεολόγοι μεριζόμενον εἰς ἑπτὰ μερισθήναι λέγουσιν·