Ancient Greek
2.206.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.206.1
Unproofread scanNot analysed yet
τῇ γὰρ Ἀπόλλωνι χρυσάορα γείνατο Ἀητώ, καθάπερ τὴν ἕκτην Ἀρτέμιδος. ἦκει μὲν οὖν τῇ ψυχῇ καὶ ἀπὸ τῶν ὑπερτέρων αἰτίων οὗτος ὁ ἀριθμός, ὥσπερ καὶ ἡ τριάς, αὕτη μὲν ἀπὸ τῶν νοητῶν, ἐκεῖνος δὲ ἀπὸ τῶν νοερῶν, ἦκει δὲ καὶ ἀπὸ τούτων τῶν θεῶν, ἵνα τὸν μὲν εἰς ἑπτὰ μοῖρας μερισμὸν ἔχῃ σύνθημα τῆς Διονυσιακῆς σειρᾶς καὶ τοῦ μυθευομένου σπαραγμοῦ (καὶ γὰρ ἔδει νοῦ μετέχουσαν αὐτὴν Διονυσιακοῦ καί, ὡς Ὀρφεύς [frg. 207. 203] φησιν, ἐπὶ τῆς κεφαλῆς φέρουσαν τὸν θεὸν διηρῆσθαι κατ’ ἐκεῖνον), τὴν δὲ ἐν ταύταις ταῖς μοίραις ἁρμονίαν ἔχῃ τῆς Ἀπολλωνιακῆς τάξεως σύμβολον· καὶ γὰρ ἐν ἐκείνοις ὁ συνάγων καὶ ἐνίζων τὰ μερισθέντα τοῦ Διονύσου μέλη κατὰ τὴν βούλησιν τοῦ πατρὸς οὗτός ἐστιν ὁ θεός. Ἐπὶ δὲ τούτοις αἱ τρεῖς μεσότητες παρελήφθησαν. αὗται μὲν οὖν οὐκ ἐπὶ τῆς ψυχῆς μόνον, ἀλλὰ καὶ πανταχοῦ τὰς τῆς Ὠμίδος παῖδας ἐνεικονιζόμεναι τρεῖς οὔσαι τρεῖς καὶ ἐκεῖνας οὔσαι, ἡ μὲν γεωμετρικὴ τῆς Εὐνομίας Εἰκὼν οὔσα, διὸ καὶ ἐν Νόμοις [VI 757BC] ταύτην εἶναι φησι τὴν διακομοῦσαν τὰς πολιτείας καὶ Διὸς κρίσιν ἀνύμνησεν τοῦ πάντα κοσμοῦντος καὶ τὴν ὡς πολιτικὴν περιέχοντος, ἡ δὲ ἁρμονικὴ τῆς Δίκης, μείζοσι μὲν ὄροις ἀπονέμουσα λόγον μείζονα, ἐλάσσοσι δὲ ἐλάσσονα (τοῦτο τὸ τῆς Δίκης ἔργον), ἡ δὲ ἀριθμητικὴ τῆς Εἰρήνης· αὕτη γὰρ ἐστιν, ὡς εἴρηται καὶ τοῦτο ἐν Νόμοις [VI 757DE], ἡ τὸ ἴσον ἀποδιδοῦσα πᾶσι κατὰ τὸ ποσὸν καὶ ποιοῦσα δῆμον εἰρηνεύειν πρὸς μὴ δῆμον· ὡς ἡ γε στερεὰ ἀναλογία πρὸ τούτων αὐτῆς ἱερὰ τῆς Ὠμίδός ἐστι τῆς μητρός, πασῶν περιεχοῦσης τὰς δυνάμεις. ἀλλὰ ταῦτα μὲν καθόλου περὶ τῶν τριῶν. οἰκείως δὲ λεγέσθωσαν τοῖς προειρημένοις αἱ τρεῖς, ἐνωτικαὶ καὶ συνεκτικαὶ τῆς οὐσίας οὔσαι τῆς ψυχῆς· διὸ καὶ ὁ Τίμαιος δεσμοὺς αὐτὰς προσείρηκε· καὶ γὰρ τὴν