Ancient Greek
2.208.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.208.1
Unproofread scanNot analysed yet
200 #ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35B] τὰ γὰρ μείζονα κατ’ οὐσίαν καὶ ὀλιγώτερα περιεκτικώτερα καὶ τῇ δυνάμει τῶν ὑφειμένων ἀποφαίνει. ἡ δὲ ἀριθμητικὴ ἀνάπαλιν, τοὺς μὲν μείζους ἐλάττους, τοὺς δὲ ἐλάττους μείζους· καὶ γὰρ ἡ ἑτερότης ἐνδυναστεύει μᾶλλον τοὺς καταδεεστέρους, ὥσπερ ἡ ταυτότης ἀνάπαλιν ἐν τοῖς ὑπερετέροις μᾶλλον ἢ τοῖς καταδεεστέροις. ἡ δὲ γεωμετρικὴ τὸν αὐτὸν λόγον ἐπὶ πάντας διατείνει τοὺς ὅρους, ἔνωσιν ἐπιλάμπουσα πρώτοις τε καὶ μέσοις καὶ τελευταίοις διὰ τὴν τῆς οὐσίας ἐπὶ πάντα παρουσίαν. τρεῖς οὖν ὁ δημιουργὸς ἐνδίδωσι τῇ ψυχῇ συνεκτικὰς ἐνώσεις, ὡς δὴ μεσότητος προσεῖρηκεν, ὡς τὴν μέσην τάξιν τῶν ὅλων συνδεούσας· τὴν γεωμετρικὴν, τὸ πλήθος τῶν οὐσιῶν συνάγουσαν καὶ τὰς οὐσιώδεις προόδους ἐνοποιοῦσαν· ὁ γὰρ εἰς λόγος τῆς ἐνώσεώς ἐστιν εἰκών· τὴν ἀρμονικὴν, τὰς ταυτότητας ὅλας καὶ τὰς ὑπάξεις αὐτῶν συνδέουσαν εἰς μίαν κοινωνίαν· τὴν ἀριθμητικὴν, τὰς ἑτερότητας τὰς τε πρώτας καὶ τὰς μέσας καὶ τὰς τελευταίας συζευγνύουσαν· καὶ γὰρ ὅλως ἀριθμῶν ἡ ἑτερότης ἐστὶ μήτηρ, ὡς ἐν Παρμενίδῃ [143 Ass] μεμαθήκαμεν. ἦν δὲ τρία ταῦτα καθ’ ἑκάστην μοῖραν, ἡ οὐσία, ἡ ταυτότης, ἡ ἑτερότης, καὶ ἔδει πάντα συνάπτειν διὰ μεσότητος ἀλλήλοις καὶ λόγων συνδετικῶν. Τὸ δὴ μετὰ ταῦτα λόγων πλήρωμα τὴν ψυχὴν εἶναι φαμεν, ἀπλουστέραν μὲν τῶν αἰσθητῶν, συνθετωτέραν δὲ τῶν νοητῶν. διὰ ταῦτα τοίνυν ὁ Τίμαιος ἑπτὰ λόγους ἐπ’ αὐτῆς παρεῖληφε, τὸν τῆς ἰότητος, τὸν πολλαπλάσιον, τὸν ὑποπολλαπλάσιον, τὸν ἐπιμόριον, τὸν ἐπιμερῆ, καὶ τοὺς τούτων ὑπόλογους, ὑπεπιμόριον, ὑπεπιμερῆ, ἀλλ’ οὐχὶ τοὺς ἐκ τούτων συνθέτους· οὗτοι μὲν γὰρ τοῖς σωματικοῖς λόγοις προσήκουσι συνθέτοις οὖσι καὶ μεριστοῖς, οἱ δὲ ἐν τῇ ψυχῇ λόγοι προΐασιν μὲν εἰς πλήθος καὶ μερισμόν, ἀλλ’ ὁμοῦ τῷ πλήθει τὴν ἀπλότητα καὶ τῷ μερισμῷ τὸ ἐνοειδὲς ἐπιδείκνυνται. οὔτε οὖν ἐν τῇ μονάδι καὶ τῷ ἀμερεῖ τὴν ὑπόστασιν ἔλαχον, ὡς ὁ νοῦς· μοναδικὸς γὰρ ἐκεῖνος καὶ ἀμερὴς μόνον. οὔτε τὸ πλήθος αὐτῶν εἰς τοὺς συνθέτους προελη-