Ancient Greek
2.21.2 to 2.22.27
Proclus Phil., In Platonis Timaeum Commentaria 2.21.2-2.22.27
Unproofread scanNot analysed yet
1 λέγωμεν Q 10 παρὰ MP: περὶ Q 11 αὐτῷ M 15 ὁμόστιχος P 17 ὑφαινόμενος Q ἄλλως M 19 ἄλλως MP 20 ἄλλως M 23. 27 ἐξήρηται P 24 τῶν . . . λόγων χουνσιν αὐτῆς καὶ τὴν ἐναρμόνιον κοινωνίαν διὰ τοῦ δεσμοῦ, δεύτερον τοῦτο δῶρον ἐκ τοῦ δημιουργοῦ τῷ κόσμῳ διδούς. παραιτήσομαι δὲ καὶ ἐνταῦθα τοὺς τοῦ Πλάτωνος παρα- κοῦντας μὴ προσάγειν τοιαύτας ἀπορίας τοῖς λόγοις· οὔτε C γὰρ οἱ τὰ ἡμικύκλια λέγοντες μηδενὸς δεῖσθαι δεσμοῦ πρὸς τὴν τοῦ κύκλου γένεσιν ὀρθῶς λέγουσιν· οὐ γὰρ ἐκ τῶν ἡμικυκλίων ὁ κύκλος ὑφέστηκεν, ἀλλὰ τοῦναντίον ὄντος ἤδη τοῦ κύκλου καὶ οὐκ ἐκ τούτων ὄντος ἡ διάμετρος γραφεῖσα ποιεῖ τὰ ἡμικύκλια· δηλοῖ δὲ καὶ τὸ ὄνομα τούτοις ἀπὸ τοῦ κύκλου παρεχόμενον τὴν γένεσιν, ἀλλ’ οὐκ ἔμπαλιν. οὔτε οἱ τὴν μονάδα καὶ δυάδα παραλαμβάνοντες ἀντικείμενά πως ὄντα καὶ οὐδὲν ἔχοντα μέσον· οὐ γὰρ ἀπλῶς πάντων τῶν ὁπωσοῦν ἔχοντων εἶναι τι μεταξύ φησιν ὁ Πλάτων, <ἄλλὰ τῶν> εἰς ἕνος συνθέτου μελλόντων τελεῖν ὑπόστασιν· δύω γὰρ μόνω καλῶς συνίστασθαι, φησί, τρίτου χωρὶς ἀδύνατον· οὐκ ἐναντία δὲ μονὰς καὶ δυάς, εἴπερ ἐκ μονάδων ἢ δυάς. οὔτε αὖ οἱ τὰ συμφθειρόμενα παραφέροντες, ὥσπερ τὸν τῷ μέλιτι κεκραμένον οἶνον· ταῦτα γὰρ οὐκέτ’ ἔστι τῆς κρά- σεως γενομένης, ἡμεῖς δὲ ἐπιζητοῦμεν οὐχ ὅπως φθαρήσεται τὰ πράγματα· τοῦτο γὰρ οὐ θαυμαστόν· ἀλλ’ ὅπως μένοντα πρὸς ἀλλήλα συναρμοσθήσεται· ὁ γὰρ δεσμὸς οὗτος σωτηρίας ἔστι τοῖς δεδεμένοις αἴτιος, ἀλλ’ οὐ κοινῆς φθορᾶς καὶ ἀπω- D λείας. οὔτε οἱ τὴν ἀνδρὸς καὶ γυναικὸς κοινωνίαν ἐπιμαρ- τυρόμενοι μηδενὸς δεομένην τρίτον πρὸς τὴν σύστασιν· λε- λήθασι γὰρ ἑαυτοὺς οὗτοι τὸν μέγιστον οὐχ ὁρῶντες δεσμὸν τὸν τοῦ ἔρωτος, ὃς ἕλκει πρὸς τὴν κοινωνίαν ἄλλως μὲν τὴν ψυχικὴν ζώην, ἄλλως δὲ τὴν φυσικήν. οὔτε τὸ σῶμα καὶ τὴν ψυχὴν· ἔστι γὰρ ἐν τούτοις μέσος ὁ διὰ τῆς ἐμ-