Ancient Greek
2.214.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.214.1-2
Unproofread scanNot analysed yet
τητα τῆς ψυχῆς τὸ μένον αὐτῆς. τὴν δὲ πρόοδον αὐτῆς τὴν εἰς αὐτὴν καὶ τὴν τῶν προσεχῶς μετ’ αὐτὴν ἀπ’ αὐτῆς καὶ τὴν τῶν στερεῶν ἔσχατην ὑπόβασιν, μᾶλλον δὲ τῆς αἰ-Bτίας αὐτῶν τὴν ὑφεσιν, κατὰ τὸν διπλάσιον λόγον· δυάδι γὰρ τῇ γονίμῃ πᾶσαν ἂν εὑροῖς ταύτην ἀνειμένην τὴν συστοιχίαν. πάλιν δὲ αὐ τὸ τε ἐπιστρεπτικὸν αὐτῆς τὸ πρὸς ἑαυτὴν καὶ τὸ τῶν προσεχῶς μετ’ αὐτὴν καὶ τὸ τῶν τρίτων ἀπ’ αὐτῆς πρὸς τὴν ἐνοειδῆ καὶ συναγωγὸν τῶν ὅλων οὐ-σίαν κατὰ τὸν τριπλάσιον. Ταῦτα δὲ ἄρα τὰ διαστήματα οὐσιώδη ὄντα καὶ κατ’ αὐτὸ τὸ εἶναι θεωρούμενα συμπλη-ροῦσιν αἱ τε ἀριθμητικαὶ καὶ ἁρμονικαὶ μεσότητες, αἱ μὲν τὰς ταυτότητας αὐτῶν, αἱ δὲ τὰς ἑτερότητας συνδέουσαι, καθάπερ εἴπομεν [p. 199, 22ss]. ἔτι δὲ προσεχέστερον τοῖς πράγμασιν εἴποις ἂν, ὅτι κατὰ μὲν τὴν μίαν μοῖραν ἦνται τοῖς πρὸ αὐτῆς καὶ ἔστιν αὐτὴ τὸ ἄκρότατον τῆς ψυχῆς, κατὰ δὲ τὴν διπλασίαν καὶ τριπλασίαν πρόεισιν ἀπὸ νοῦ καὶ ἐπι-στρέφει πρὸς νοῦν, κατὰ δὲ τὴν διπλασίαν τῆς διπλασίας καὶ τὴν τριπλασίαν τῆς τριπλασίας πρόεισί τε ἀφ’ ἑαυτῆς καὶ ἐπιστρέφει πρὸς ἑαυτήν, κατὰ δὲ τὰς λοιπὰς παράγει τε τὰ μετ’ αὐτὴν καὶ ἐπιστρέφει πρὸς ἑαυτὴν πάλιν καὶ δι’ ἑαυτῆς μέσης ἐπὶ τὰς ἑαυτῆς ἀρχάς· καὶ γὰρ μόνιμός ἐστι κατ’ ἐκείνας, τῶν δευτέρων πληρουμένη παρ’ αὐτῶν. καὶ ὡς ἡ μὲν ἀπ’ αὐτῆς πρόοδος εἰς τὴν ἀπὸ τῶν πρὸ ἑαυτῆς ἀνήρτηται, ἡ δὲ εἰς ἑαυτὴν ἐπιστροφή εἰς τὴν ἐπὶ τὰ πρὸC αὐτῆς, αἱ δὲ τελευταῖαι μοῖραι, καθ’ ἃς καὶ ὑφίστησι τὰ μετ’ αὐτὴν καὶ ἐπιστρέφει, πρὸς τὴν πρώτην ἀναφέρονται μοῖραν, ἵνα κύκλος ἄναρχος ἀναφανῇ, τοῦ τέλους τῇ ἀρχῇ συναφθέντος, καὶ τὸ πᾶν ἔμψυχόν τε ἅμα γένηται καὶ ἔν-νουν, τῶν στερεῶν ἀριθμῶν τῇ πρώτῃ μοίρᾳ συνταχθέντων.