Ancient Greek
2.215.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.215.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35B] καὶ μὴν καὶ ἐκ τούτων τῶν μεσοτήτων ἀναφαίνεσθαι φησιν ἡμιόλια καὶ ἐπίτριτα καὶ ἐπόγδοα. τί δὴ οὖν βούλεται ταῦτα ἐνδεικνυσθαι; ἡ μερικωτέρας ἡμῖν παρέχεται διαφορὰς τῶν ψυχικῶν λόγων, τῶν μὲν ἡμιολίων εἰκόνα φερόντων 5 τῆς μεριστῆς μὲν κοινωνίας, ἀλλὰ κατὰ τὰ πρώτιστα τῶν μερῶν, τῶν δὲ ἐπιτρίτων τῆς κατὰ τὰ μέσα, τῶν δὲ ἐπογδόων τῆς κατὰ τὰ ἔσχατα. διὸ καὶ αἱ μεσότητες πρὸς ἀλλήλας κατὰ τὸν ἐπόγδοον συζεύγνυνται λόγον· ἅτε γὰρ κατὰ τὰ ἀντικείμενα γένη θεωρούμεναι τὴν κοινωνίαν ἐλαχίστην 10 ἔχουσι, πρὸς δὲ τὰ ἄκρα συνάπτονται οἰκείως ἐκάτερα. ἄλλο δὴ οὖν προστιθήσιν ὁ Τίμαιος, ὅτι τὰ ἐπίτριτα πάντα συνεπληροῦτο τῷ τοῦ ἐπογδοῦν διαστήματι μετὰ τοῦ λεῖμματος, ἐνδεικνύμενος, ὅτι τῶν λόγων αἱ ἀποπερατώσεις τοῦτῶν πάντων εἰς μερικωτέρας ὑποστάσεις κατέληξαν, ἕως οὖ D 15 καὶ τῶν ἐσχάτων ἐν τῷ κόσμῳ καὶ πάντη μεριστῶν τὰ αἴτια περιέλαβεν ἡ ψυχὴ καὶ τῆς τάξεως αὐτῶν καὶ τῆς ἁρμονίας τὰς ἀρχὰς ἐν ἑαυτῇ κατὰ τὴν δημιουργικὴν βούλησιν προὑπέστησато. ἔχει τοίνυν καὶ τῆς ἐναρμονίου προόδου καὶ τῆς ἐπιστροφῆς καὶ τῆς εἰς πρώτα καὶ μέσα καὶ ἔσχατα 20 διαιρέσεως αὐτὴ τὰς ἀρχὰς καὶ ἔστιν εἰς λόγος νοερὸς ἐκ πάντων λόγων συμπεπληρωμένος. τούτοις δὲ αὐ σύμφωνόν ἐστι καὶ τὸ τὴν σύμπασαν αὐτῆς ἁρμονίαν ἐκ τοῦ τετράκις εἶναι διὰ πασῶν καὶ διὰ πέντε καὶ τόνου· οὕσης γὰρ καὶ ἐν τῷ κόσμῳ ἁρμονίας καὶ ἐν τῷ νῷ καὶ ἐν τῇ ψυχῇ, διὸ 25 καὶ μετέχειν φησίν [36Es] αὐτὴν ὁ Τίμαιος ἁρμονίας καὶ εἶναι ἁρμονίαν, δεκαδικῶς μὲν ὁ κόσμος μετέχει τῆς ἁρμονίας, τετραδικῶς δὲ ἡ ψυχὴ μοναδικῶς ἐν τῷ νῷ προὑπαρχούσης. καὶ ὥσπερ ἡ μονὰς αἰτία τῆς τετράδος, αὕτη δὲ τῆς δεκάδος, οὕτω καὶ ἡ μὲν νοερὰ ἁρμονία χορηγὸς τῆς 30 ψυχικῆς, αὕτη δὲ τῆς αἰσθητῆς, διὸ τὸ τετράκις διὰ πασῶν προσῆκειν ὑπέλαβε τῇ ἁρμονίᾳ τῆς ψυχῆς· παράδειγμα γὰρ αὕτη προσεχές ἐστι τῆς ἐν τῷ αἰσθητῷ ἁρμονίας. ἐπειδή E δὲ πέντε τὰ ἐν τῷ παντὶ σχήματα καὶ κέντρα συμπληροῦ