Ancient Greek
2.218.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.218.1-2
Unproofread scanNot analysed yet
κατὰ δὲ τὸ ταυτὸν ἡ ἀρμονικὴ μεσότης, κατὰ δὲ τὸ ἕτερον ἡ ἀριθμητική. μεταξὺ δὲ αὐταὶ παρεμβέβληνται τῆς γεωμετρικῆς καὶ συμπληροῦν λέγονται τὰ διπλάσια καὶ τριπλάσια, διότι δή πᾶσα ἡ ταυτότης καὶ πᾶσα ἡ ἑτερότης ὑπὸ τῆς οὐσίας καὶ τῆς κατ’ αὐτὴν ἀρμονίας ἐνοειδῶς περιέχονται. 5 ἐκ δὲ τούτων τῶν μεσοτήτων <τῶν> ἡμιολίων καὶ ἐπιtritῶν καὶ ἐπογδόων ἀνεφάνη πλῆθος συνδετικὸν μὲν καὶ αὐτὸ καὶ συνεχτικὸν ὥσπερ καὶ αἱ μεσότητες, ἀλλὰ μερικώτερον ἐκείνων, ἐπεὶ καὶ ταῦτα μὲν λόγοι τινές, αἱ δὲ μεσότητες ἐκ πλειόνων ἑκάστη λόγων, ἢ τῶν αὐτῶν ἢ ἑτέρων. ὥσπερ δή 10 ἡ ἀναλογία τοῦ λόγου περιληπτικωτέρα, οὕτω καὶ αἱ εἰρημέναι μεσότητες μείζονα παρέχονται τῇ ψυχῇ πρὸς τὴν συνοχὴν τοῦ ἐν αὐτῇ πλήθους αἰτίαν, ἐπὶ πᾶσαν αὐτὴν διήκονσαι νοερῶς. εἰσὶ δ’ οὖν δεσμοὶ τινες καὶ οἱ ἡμιόλιοι καὶ οἱ ἐπίtritοι καὶ οἱ ἐπόγδοοι μερικώτεροι καὶ περιεχό- 15 μενοι ἐν ταῖς μεσότησιν, οὐ κατὰ σχέσεις αὐτῶν διαφόρους πρὸς τοὺς ἄκρους —τοῦτο γὰρ μαθηματικόν —ἀλλὰ κατ’ αἰτίας περιοχὴν καὶ ὀλικωτέραν ὑπόστασιν. οὗτοι δὲ αὖ οἱ δεσμοὶ συνέχουσι τὰς δευτέρας καὶ τρίτας τῶν λόγων προὁδούς, οἱ μὲν ἡμιόλιοι διὰ τῶν πέντε κέντρων τὴν ἀρμονίαν 20 τῶν λόγων σφίγγοντες, οἱ δὲ ἐπίtritοι διὰ τῶν τεττάρων στοιχείων ὄντων πανταχοῦ τὴν ἑαυτῶν ἐπιδεικνύμενοι δύναμιν πάντα τε ῥητὰ καὶ προσήγορα ἀλλήλοις ἀποτελοῦντες, οἱ δὲ ἐπόγδοοι τὴν εἰς ἐννέα καὶ ὀκτὼ διαίρεσιν συναρμόζοντες· διὸ καὶ ποτὲ μὲν ὡς ὀκτὼ τοῦ κόσμου μερί- 25 δων οὐσῶν, ποτὲ δὲ ὡς ἐννέα τῶν αὐτῶν οἱ παλαιοὶ καὶ ὀκτὼ Σειρήνας ἐφιστᾶσι τῷ παντὶ καὶ ἐννέα Μούσας, ἀφ’ ὧν ἡ ἀρμονία τοῖς ὅλοις. οἱ τοίνυν ἐπίtritοι καὶ ἡμιόλιοι τῶν ἐπογδόων ὀλικώτεροι, διότι δή καὶ συμφωνίας εἰσι χορηγοὶ τελειοτέρας καὶ τὴν ἐναρμόνιον τοῦ κόσμου τομὴν 30 ἐν ἐλάττοσιν ἀριθμοῖς προειλήφασιν. ἐνταῦθα μὲν οὖν ἐν τοῖς μετέχουσι διεστᾶσιν ἀλλήλων αἱ διαιρέσεις, ἐν δὲ τοῖς