Ancient Greek
2.22.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.22.3
Unproofread scanNot analysed yet
παραιτήσομαι δὲ καὶ ἐνταῦθα τοὺς τοῦ Πλάτωνος παρακούοντας μὴ προσάγειν τοιαύτας ἀπορίας τοῖς λόγοις· οὔτε γὰρ οἱ τὰ ἡμικύκλια λέγοντες μηδενὸς δεῖσθαι δεσμοῦ πρὸς τὴν τοῦ κύκλου γένεσιν ὀρθῶς λέγουσιν· οὐ γὰρ ἐκ τῶν ἡμικυκλίων ὁ κύκλος ὑφέστηκεν, ἀλλὰ τοῦναντίον ὄντος ἤδη τοῦ κύκλου καὶ οὐκ ἐκ τούτων ὄντος ἡ διάμετρος γραφεῖσα ποιεῖ τὰ ἡμικύκλια· δηλοῖ δὲ καὶ τὸ ὄνομα τούτοις ἀπὸ τοῦ κύκλου παρεχόμενον τὴν γένεσιν, ἀλλ’ οὐκ ἐμπαλιν. οὔτε οἱ τὴν μονάδα καὶ δυάδα παραλαμβάνοντες ἀντικείμενά πως ὄντα καὶ οὐδὲν ἔχοντα μέσον· οὐ γὰρ ἀπλῶς πάντων τῶν ὁπωσοῦν ἔχοντων εἶναι τι μεταξὺ φησιν ὁ Πλάτων, <ἀλλὰ τῶν> εἰς ἑνὸς συνθέτου μελλόντων τελεῖν ὑπόστασιν· δύο γὰρ μόνω καλῶς συνίστασθαι, φησί, τρίτον χωρὶς ἀδύνατον· οὐκ ἐναντία δὲ μονὰς καὶ δυάς, εἴπερ ἐκ μονάδων ἢ δυάς. οὔτε αὖ οἱ τὰ συμφθερόμενα παραφέροντες, ὥσπερ τὸν τῷ μέλιτι κεκραμένον οἶνον· ταῦτα γὰρ οὐκέτ’ ἐστὶ τῆς κράσεως γενομένης, ἡμεῖς δὲ ἐπιζητοῦμεν οὐχ ὅπως φθαρήσεται τὰ πράγματα· τοῦτο γὰρ οὐ θαυμαστόν· ἀλλ’ ὅπως μένοντα πρὸς ἀλλήλα συναρμοσθήσεται· ὁ γὰρ δεσμὸς οὗτος σωτηρίας ἐστὶ τοῖς δεδεμένοις αἴτιος, ἀλλ’ οὐ κοινῆς φθορᾶς καὶ ἀπωλείας. οὔτε οἱ τὴν ἀνδρὸς καὶ γυναικὸς κοινωνίαν ἐπιμαρτυρόμενοι μηδενὸς δεομένην τρίτον πρὸς τὴν σύστασιν· λελήθασιν γὰρ ἑαυτοὺς οὗτοι τὸν μέγιστον οὐχ ὁρῶντες δεσμόν τὸν τοῦ ἔρωτος, ὃς ἐγείρει πρὸς τὴν κοινωνίαν ἄλλως μὲν τὴν ψυχικὴν ζωήν, ἄλλως δὲ τὴν φυσικήν. οὔτε τὸ σῶμα καὶ τὴν ψυχήν· ἐστὶ γὰρ ἐν τούτοις μέσος ὁ διὰ τῆς ἐμψυχίας δεσμός. οὔτε τὰ συντηρούμενα, ὡς χρυσὸς καὶ ἀργυρος· τούτων γὰρ ἡ αὐτὴ οὐσία· ὥσπερ γὰρ ἐστὶν ἀμφότερα. πάντες μὲν οὖν οὗτοι τῆς Πλάτωνος ἀποσφάλλονται διανοίας.