Ancient Greek
2.22.35
Proclus Phil., In Platonis Timaeum Commentaria 2.22.35
Unproofread scanNot analysed yet
10. 389ᵃ 7 ss 31 τοῦ πλάτωνος Q θηκεν, ὅς ἂν αὐτόν τε καὶ τὰ συνδοῦμενα ἐν ποιῇ· τοῦτον γὰρ καὶ ἐν τῷ μέσῳ τετάχθαι δυνατόν, ἔχειν δὲ τὴν τοιαύτην δύναμιν διὰ τῆς ἀναλογίας, ἥν κάλλιστον οὖσαν δεσμόν καὶ τούτῳ διδόναι τὴν ταὐτοποιὸν καὶ ἐνοποιὸν τῶν πάντων δύναμιν. ἔστιν οὖν καὶ οὗτος δεσμὸς ἀχώριστος τῶν συνδεθέντων, καὶ ἡ ἀναλογία δεσμός, ἄλλη μὲν οὖσα τῶν δεδεμένων πάντων, ἐν αὐτοῖς δὲ ὑφεστηκυῖα, καὶ ἡ βούλησις ἡ δημιουργικὴ δεσμὸς ἐξηρημένος τῶν δεδεμένων· τῆς ἐμῆς βουλήσεως, φησί [41B], μείζονος δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων, οἷς ὅτε ἐγίνεσθε συνεδεῖσθε. λείπεται δὴ κατὰ τὸν μέσον τρόπον ἡμᾶς ἀκούειν καὶ τὸ εἶδος τοῦ δεσμοῦ μέσον, οὔτε ποιητικὸν οὔτε ὀργανικόν. πόθεν οὖν ὁ τοιοῦτος ἐπινοεῖται δεσμός, καὶ τίνος ἔστι σύμβολον; ἐφήκει μὲν οὖν καὶ ἀπὸ τῆς μιᾶς τῶν ὅλων αἰτίας· τὸ γὰρ ἐνοποιὸν πᾶσι κατ’ ἐκείνην παρέστι τὴν πηγὴν ἀπάσης ἐνώσεως, δι’ ἣν συνῆπται καὶ ὁ νοῦς τῷ νοητῷ, παράγουσαν τὸ τῆς ἀληθείας φῶς, ὃ δὴ πρώτιστος δεσμὸς ἔστι, δι’ ἣν συνῆρτηται πάντα ἀλλήλοις καὶ ἔστιν ὡς πάντα εἰς ἕνὸς <τελεῖ> τελείωσιν, τὴν ὁμοιότητα ὑποστήσασαν, δι’ ἣν καὶ τὰ προελθόντα ἐπέστραπται πρὸς τὰς οἰκείας ἀρχάς. ἐφήκει δὲ καὶ ἀπὸ τοῦ ἑνὸς ὄντος, ὃ δὴ πρώτιστόν ἔστι τῶν ὄντων καὶ ἡνωμένως περιέχει τὰς πάντων αἰτίας κατὰ τὸν ἐν ἑαυτῷ δεσμόν καὶ τὴν ἕνωσιν τὴν θείαν. πρόεισι δὲ καὶ ἀπὸ τοῦ παντελοῦς ζῴου· τὸ γὰρ πᾶν νοητὸν πολλῷ πρότερον ἢ τὸ αἰσθητὸν ἡνωται πρὸς ἑαυτό, καὶ τὰ ἐν αὐτῷ τῶν ὅλων αἴτια πρὸ ἀναλογίας δι’ ἀλλήλων πεφοίτηκεν, ὃ καὶ ἡ ἀναλογία μιμουμένη πάντα ἐν πᾶσι ποιεῖ καὶ τῶν αὐτῶν δυνάμεων μεταδίδωσι τοῖς διαφόροις. πρόεισί γε μὴν καὶ ἀπὸ τῆς συνοχικῆς αἰτίας· καὶ γὰρ ἡ ἀναλογία συνοχὴν ἐνέθηκεν ἄλυτον παντί, φησίν, οὖσαν