Ancient Greek
2.22.6
Proclus Phil., In Platonis Timaeum Commentaria 2.22.6
Unproofread scanNot analysed yet
10. 389ᵃ 7 ss 31 τοῦ πλάτωνος Q 16 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 31BC] θηκέν, ὅς ἂν αὐτόν τε καὶ τὰ συνδοῦμενα ἐν ποιῇ· τούτων γὰρ καὶ ἐν τῷ μέσῳ τετάχθαι δυνατόν, ἔχειν δὲ τὴν τοιαύτην δύναμιν διὰ τῆς ἀναλογίας, ἥν κάλλιστον οὖσαν 144 δεσμὸν καὶ τούτῳ διδόναι τὴν ταυτοποιὸν καὶ ἐνοποιὸν τῶν πάντων δύναμιν. ἔστιν οὖν καὶ οὗτος δεσμὸς ἀχώριστος τῶν συνδεθέντων, καὶ ἡ ἀναλογία δεσμός, ἄλλη μὲν οὖσα τῶν δεδεμένων πάντων, ἐν αὐτοῖς δὲ ὑφεστηκυῖα, καὶ ἡ βούλησις ἢ δημιουργικὴ δεσμὸς ἐξηρημένος τῶν δεδεμένων· τῆς ἐμῆς βουλήσεως, φησὶ [41B], μεῖζονος δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων, οἷς ὅτε ἐγὼ νεσθε συνδεεῖσθε. λείπεται δὴ κατὰ τὸν μέσον τρόπον ἡμᾶς ἀκούειν καὶ τὸ εἶδος τοῦ δεσμοῦ μέσον, οὔτε ποιητικὸν οὔτε ὀργανικόν. πόθεν οὖν ὁ τοιοῦτος ἐπινοεῖται δεσμός, καὶ τίνος ἐστὶ σύμβολον; ἐφήκει μὲν οὖν καὶ ἀπὸ τῆς μιᾶς τῶν ὅλων αἰτίας· τὸ γὰρ ἐνοποιὸν πᾶσι κατ’ ἐκείνην πᾶρεστι τὴν πηγὴν ἀπάσης ἐνώσεως, δι’ ἣν συνῆπται καὶ ὁ νοῦς τῷ νοητῷ, παράγονσαν τὸ τῆς ἀληθείας φῶς, ὅ δὴ πρώτιστος δεσμὸς ἐστι, δι’ ἣν συνήρτηται πάντα ἀλλήλοις καὶ ἐστιν ὡς πάντα εἰς ἕνος τελείωσιν, τὴν ὁμοιότητα Β ὑποστήσασαν, δι’ ἣν καὶ τὰ προελθόντα ἐπέστραπται πρὸς τὰς οἰκείας ἀρχάς. ἐφήκει δὲ καὶ ἀπὸ τοῦ ἕνος ὄντος, ὅ δὴ πρώτιστόν ἐστι τῶν ὄντων καὶ ἡνωμένως περιέχει τὰς πάντων αἰτίας κατὰ τὸν ἐν ἑαυτῷ δεσμὸν καὶ τὴν ἐνώσιν τὴν θείαν. πρόεισι δὲ καὶ ἀπὸ τοῦ παντελοῦς ζῴου· τὸ γὰρ πᾶν νοητὸν πολλῷ πρότερον ἢ τὸ αἰσθητὸν ἦνται πρὸς ἑαυτό, καὶ τὰ ἐν αὐτῷ τῶν ὅλων αἰτία πρὸ ἀναλογίας δι’ ἀλλήλων πεφοίτηκεν, ὅ καὶ ἡ ἀναλογία μιμουμένη πάντα ἐν πᾶσι ποιεῖ καὶ τῶν αὐτῶν δυνάμεων μεταδίδωσι τοῖς διαφόροις. πρόεισι γὰρ μὴν καὶ ἀπὸ τῆς συνοχικῆς αἰτίας· καὶ γὰρ ἡ ἀναλογία συνοχὴν ἐνέθηκεν ἄλυτον παντὶ, φησίν, οὖσαν