Ancient Greek
2.220.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.220.2
Unproofread scanNot analysed yet
Ὅτι μὲν οὖ μόνον μαθηματικῶς, ἀλλὰ καὶ φυσικῶς ἡ φιλοσόφως ἀκροᾶσθαι δεῖ τῶν ὑπὸ τοῦ Πλάτωνος λεγομένων ἐν τούτοις, καὶ πρότερον εἴπομεν [p. 174, 15ss]· οὐ γὰρ ἐκ μαθηματικῶν ἀριθμῶν ἐστι καὶ λόγων ἡ οὐσία τῆς ψυχῆς, ἀλλ’ οὕτοι πάντες οἱ λόγοι καὶ οἱ ἀριθμοὶ τὴν ὄντως οὐσίαν αὐτῆς ἀπεικονίζονται καὶ τὰς ἐν αὐτῇ διαιρέσεις τὰς δημιουργικὰς τε καὶ ζωογονικὰς. τίνων δέ εἰσιν εἰκότως οἱ μαθηματικοὶ λόγοι καὶ πῶς τὴν οὐσίαν ἀποκαλύπτουσι τῆς τοῦ παντὸς ψυχῆς, οὐκέτι ῥάδιον ἀποδοῦναι τοῖς μὴ πρὸς αὐτὴν ἀποβλέψαι τὴν διάνοιαν τοῦ Πλάτωνος. δηλοῖ δὲ ἡ τῶν ἐξηγητῶν διαφωνία, καὶ αἱ τῶν δευτέρων ἐνστάσεις πρὸς τοὺς πρεσβυτέρους τὴν χαλεπότητα τῆς τοιαύδε θεωρίας ἐλέγχουσι· οἱ μὲν γὰρ αὐτῶν τοὺς ἐπὶ τούτους ὅρους τοὺς πρώτους, οὓς ἀνὰ λόγον παρεilhφάμεν τοὺς πᾶν τὸ διάγραμμα ἐπίδεξαμένους ἀριθμοὺς, εἰς τὰς σφαῖρας τὰς ἐπὶ ἀξιοῦσιν ἀνάγειν, οἱ δὲ εἰς τὰς ἀποστάσεις αὐτῶν τὰς πρὸς τὸ κέντρον τῆς γῆς, ἐκεῖ τὴν μονάδα τάττοντες, οἱ δὲ εἰς τὰς κινήσεις, οἱ δὲ εἰς τὰ μεγέθη τῶν ἀστέρων, οἱ δὲ εἰς τὰς τάχας τῶν κύκλων, οἱ δὲ εἰς ἄλλας τινὰς τοιαύτας ἀποδόσεις. οἷς πρόσθεσι πολλὰ μὲν καὶ ἄλλα δυσχερῆ· καὶ γὰρ τὸ διαφωνεῖν πρὸς τὰς τῶν νεωτέρων ἀστρονόμων τηρήσεις καὶ πρὸς τὰς ἀποδείξεις τὰς ὑπ’ αὐτῶν καταβεβλημένας, καὶ τὸ μηδαμοῦ τὸν Πλάτωνα ὁρίζειν ἢ μέγεθος ἢ ἀπόστασιν ἢ χρόνον ἢ κίνησιν τῶν ἀστέρων, ἀλλ’ ὅτι μείζων ἄλλος ἄλλου, κατὰ τὸ λέγειν μὴ προστιθέντα, ὅσφ καὶ ὅπως μείζων ἐστί, καὶ τὸ ψυχογονίαν εἶναι τὴν προκειμένην, ἀλλ’ οὐχὶ κοσμογονίαν (εἰ γὰρ καὶ ἔδει τὰ αὐτὰ πως ἐν ψυχῇ καὶ ἐν τῷ κόσμῳ ποιεῖν, ἀλλὰ πρότερον ἔχρῃν τὰς ἐν αὐτῇ τῇ ψυχῇ θεωρῆσαι δυνάμεις καὶ τοὺς λόγους τῶν ἐκτὸς ἀποτελουμέ-