Ancient Greek
2.222.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.222.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35B] τελειοῦ τὰ μὲν ἡμέρα τῷ περιττῷ, τὰ δὲ ἄγρια τῷ ἄρτιῳ (προσφόροις γὰρ δυνάμεσιν ἕκαστα κοσμεῖ, ταῖς μὲν ἄρτιοις τὰ ὑφεμένα πανταχοῦ, ταῖς δὲ περιτταῖς τὰ σεμνότερα καὶ E κυριώτερα καὶ θελοὺς πλέον προσήκοντα). Πορφύριος δὲ θαυμαστὸν τινὰ τρόπον καλοῖ τούτων προειρημένων ὅτι μὲν ἡμοῦσται ἡ ψυχὴ καὶ ὅτι πάντα τὸν κόσμον ἀρμονίας πλήροι, διὰ πολλῶν κατεσκεύασεν, ἐκ τε τοῦ πλήθους εἶναι τὴν ψυχὴν, πλήθος δὲ οὐσαν ἢ ἀσύστακτον εἶναι ἢ ἡρμοσμένον, τοῦτο δὲ εἶναι ἀληθές, ἀλλ’ οὐκ ἐκεῖνό γε (δημιούργημα γὰρ οὖσα τοῦ νοῦ πῶς ἂν ἄτακτος εἴη καὶ ἀνάρμοστος), καὶ ἐκ τοῦ πάντα τὰ ἐγκόσμια κατὰ λόγους ἀρμονικοὺς ποδηγεῖν, τὰς τε τῶν ζῴων γενέσεις καὶ τὴν μίαν αὐτῶν σύνταξιν πρὸς τὸ πᾶν. τίνες δὲ εἰσιν οἷδε οἱ λόγοι κατὰ τὴν ὑπόστασιν αὐτὴν ὁρῶμενοι τῆς ψυχῆς, οὔτε ἐδίδαξεν οὔτε φροντίδος ἡξίωσεν, ἀλλ’ ἔφατο τὴν οὐσίαν τῆς ψυχῆς ἔχειν ἐν ἑαυτῇ τοὺς ἀρμονικοὺς λόγους οὐχ ὡς ἄλλων εἰκόνας, οὐδ’ ὡς ἀρχὰς ἑτέρων, ἀλλ’ ὡς συνδέοντας τὸ πλήθος τῶν ἐν αὐτῇ δυνάμεων· καὶ γὰρ ὄντως εἰ μὴ μόνον ἐστὶν ἀμέριστος, ἀλλὰ καὶ μεριστή, δεῖ μὴ μόνον εἶναι μίαν αὐτῆς τὴν οὐσίαν, ἀλλὰ καὶ πεπληθυσμένην, εἰ δὲ πεπληθυσμένην, ἢ ἀνάρριθμον ἢ ἡριθμημένην. ἀλλὰ τὸ ἀνάρριθμον ἀδύνατον· F τὸ γὰρ ἀνάρριθμον πλήθος ἄτακτον. ἡριθμημένην ἄρα. εἰ δὲ ἡριθμημένην, ἢ ἐξ ἀναρμόστων μερῶν ἢ ἐξ ἡρμοσμένων. ἀλλ’ ἐξ ἀναρμόστων ἀδύνατον· οὐδὲν γὰρ τοιοῦτον ὅν ἔχει κατὰ φύσιν. ἐξ ἡρμοσμένων ἄρα πάντως. ἀλλ’ εἰ ἐξ ἡρμοσμένων, ἀνάγκη κατὰ τὴν ἀρίστην ἀρμονίαν, εἴπερ ἐστὶ τὸ πρῶτον τῶν ἡρμοσμένων. ἀρίστη δὲ ἀρμονιῶν ἢ κατὰ τὸ διατονικὸν γένος· τοῦτο γὰρ σεμνὸν καὶ ἀδρόν. κατὰ τοῦτο ἄρα ἡμοῦσται πάντως ἡ ψυχή· ὥστ’ εἴη ἂν ἡ οὐσία αὐτῆς ἐκ μερῶν κατὰ τὸ διάτονον γένος ἡρμοσμένων. καλύει δὲ οὐδὲν καὶ τούτων ἀληθῶν ὄντων ὅμως εἶναι καὶ