Ancient Greek
2.222.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.222.1-2
Unproofread scanNot analysed yet
E τελειοῖ τὰ μὲν ἡμερα τῷ περιττῷ, τὰ δὲ ἄγρια τῷ ἀρτίῳ (προσφόροις γὰρ δυνάμεσιν ἕκαστα κοσμεῖ, ταῖς μὲν ἀρτίαις τὰ ὑφειμένα πανταχοῦ, ταῖς δὲ περιτταῖς τὰ σεμνότερα καὶ κυριώτερα καὶ θείοις πλεόν προσήκοντα). Πορφύριος δὲ θαυμαστὸν τινα τρόπον καίτοι τούτων προειρημένων ὅτι μὲν ἡρμοσται ἡ ψυχὴ καὶ ὅτι πάντα τὸν κόσμον ἀρμονίας πληροῖ, διὰ πολλῶν κατεσκεύασεν, ἐκ τε τοῦ πλήθους εἶναι τὴν ψυχὴν, πλήθος δὲ οὐσαν ἢ ἀσύντακτον εἶναι ἢ ἡρμοσμένον, τοῦτο δὲ εἶναι ἀληθές, ἀλλ’ οὐκ ἐκεῖνό γε (δημιούργημα γὰρ οὖσα τοῦ νοῦ πῶς ἂν ἄτακτος εἴη καὶ ἀνάρμοστος), καὶ ἐκ τοῦ πάντα τὰ ἐγκόσμια κατὰ λόγους ἀρμονικοὺς ποδηγεῖν, τὰς τε τῶν ζῴων γενέσεις καὶ τὴν μίαν αὐτῶν σύνταξιν πρὸς τὸ πᾶν. τίνες δὲ εἰσιν οἷδε οἱ λόγοι κατὰ τὴν ὑπόστασιν αὐτὴν ὁρώμενοι τῆς ψυχῆς, οὔτε ἐδίδασεν οὔτε φροντίδος ἥξιωσεν, ἀλλ’ ἔφατο τὴν οὐσίαν τῆς ψυχῆς ἔχειν ἐν ἑαυτῇ τοὺς ἀρμονικοὺς λόγους οὐχ ὡς ἄλλων εἰκόνας, οὐδ’ ὡς ἀρχὰς ἑτέρων, ἀλλ’ ὡς συνδέοντας τὸ πλήθος τῶν ἐν αὐτῇ δυνάμεων· καὶ γὰρ ὄντως εἰ μὴ μόνον ἐστὶν ἀμέριστος, ἀλλὰ καὶ μεριστή, δεῖ μὴ μόνον εἶναι μίαν αὐτῆς τὴν οὐσίαν, ἀλλὰ καὶ πεπληθυσμένην, εἰ δὲ πεπληθυσμένην, ἢ F ἀνάριθμον ἢ ἡριθμημένην. ἀλλὰ τὸ ἀνάριθμον ἀδύνατον· τὸ γὰρ ἀνάριθμον πλήθος ἄτακτον. ἡριθμημένην ἄρα. εἰ δὲ ἡριθμημένην, ἢ ἐξ ἀναρμόστων μερῶν ἢ ἐξ ἡρμοσμένων. ἀλλ’ ἐξ ἀναρμόστων ἀδύνατον· οὐδὲν γὰρ τοιοῦτον ὅν ἔχει κατὰ φύσιν. ἐξ ἡρμοσμένων ἄρα πάντως. ἀλλ’ εἰ ἐξ ἡρμοσμένων, ἀνάγκη κατὰ τὴν ἀρίστην ἀρμονίαν, εἴπερ ἐστὶ τὸ πρῶτον τῶν ἡρμοσμένων. ἀρίστη δὲ ἀρμονιῶν ἡ κατὰ τὸ διατονικὸν γένος· τοῦτο γὰρ σεμνὸν καὶ ἀδρόν. κατὰ τοῦτο ἄρα ἡρμοσται πάντως ἡ ψυχή· ὥστ’ εἴη ἂν ἡ οὐσία αὐτῆς ἐκ μερῶν κατὰ τὸ διάτονον γένος ἡρμοσμένων. καὶ λύει δὲ οὐδὲν καὶ τούτων ἀληθῶν ὄντων ὅμως εἶναι καὶ