Ancient Greek
2.223.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.223.1-2
Unproofread scanNot analysed yet
εἰκόνας τοὺς ἁρμονικοὺς λόγους θείων τινῶν πραγμάτων οὕτως, ὡς καὶ τὸ σῶμα σφαιρικὸν μὲν ἐστίν, ἀλλὰ διὰ τοῦ σφαιρικοῦ μίμημα εἶναι λέγεται νοῦ· καὶ συμβαίνει ταῦτα ἀλλήλοις. ταῦτα μὲν ὁ Πορφύριος εἰπὼν παρέσχε ἡμῖν συλλογίζεσθαι τι περὶ τῆς ψυχῆς ἀληθές. Ὁ δὲ γε θεῖος Ἰάμβλιχος ἐξυμνεῖ τοὺς ἀριθμοὺς μετὰ πάσης δυνάμεως ὡς θαυμαστῶν τινων ἰδιωμάτων ὄντας παρεκτικοὺς, τὴν μὲν μονάδα ταυτότητος καὶ ἐνώσεως αἰτίαν ἀποκαλῶν, τὴν δὲ δυάδα προόδων καὶ διακρίσεως χορηγόν, τὴν δὲ τριάδα τῆς ἐπιστροφῆς τῶν προελθόντων ἀρχηγόν, τὴν δὲ τετράδα παν-αρμόνιον ὡς εἶναι, πάντας ἐν ἑαυτῇ περιέχουσαν τοὺς λόγους καὶ διάκοσμον ἐν ἑαυτῇ δεύτερον ἐκφαίνουσαν, τὴν δὲ ἐννεάδα τελειώσεως ἀληθινῆς καὶ ὁμοιότητος ποιητικήν, τελείαν ἐκ τελείων οὖσαν καὶ τῆς ταύτου φύσεως μετέχου-σαν, τὴν δὲ ὀγδοάδα τῆς ἐπὶ πᾶν προόδου καὶ διὰ πάντων χωρήσεως αἰτίαν προσαγορεύων, λοιπὴν δὲ τὴν ἐπτακαιεικο-σάδα τῆς ἐπιστροφῆς καὶ αὐτῶν τῶν ἐσχάτων ποιητικήν, ἵν’ ἐφ’ ἑκάτερα τῆς τετράδος τὸ μένον ἢ καὶ τὸ προϊὸν καὶ <τὸ> ἐπιστρέφον, οὐ μὲν πρῶτως, οὐ δὲ δευτέρως· καὶ γὰρ ἡ ἐννεὰς ἔχει πρὸς τὴν μονάδα συγγένειαν, ἑν νέον οὖσα, καὶ ἡ ὀγδοὰς πρὸς τὴν δυάδα, κύβος ἀπ’ αὐτῆς οὖσα, καὶ ἡ εἰκοσιεπτὰς πρὸς τὴν τριάδα διὰ τὴν ὁμοίαν αἰτίαν. διὰ μὲν οὖν τῶν προτέρων τοῖς ἀπλουστέροις ἐνδίδωσι τὰς μονὰς καὶ ἐπιστροφὰς καὶ προόδους, διὰ δὲ τῶν δευτέρων τοῖς συνθετωτέροις, μέση δὲ ἡ τετρὰς οὖσα, διότι μὲν τετράγωνός ἐστι, τὸ μένον ἔχει, διότι δὲ ἀρτιάκις ἀρτία, τὸ προϊόν, διότι δὲ πάντων πεπλήρωται τῶν λόγων <τῶν> ἀπὸ μονάδος, τὸ ἐπιστρέφον. ταῦτα δὲ σύμβολα θείων ἐστὶ καὶ ἀπορρήτων πραγμάτων. Μετὰ δὴ τὴν παράδοσιν ταύτην οὕτω θαυ-μαστὴν οὖσαν καὶ ***ὁ φιλόσοφος Θεόδωρος οἰκείαν τινὰ διαπορευόμενος λόγων ἀτραπόν· λέγει μὲν γὰρ εἶναι μετὰ τὴν μίαν ἀρχὴν τὴν ψυχὴν τριττήν, ἄλλην τὴν αὐτὸ καὶ