Ancient Greek
2.224.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.224.1
Unproofread scanNot analysed yet
216 #ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35B] C πηγαίαν, ἄλλην τὴν καθόλου, ἄλλην τὴν τοῦδε τοῦ παντός· καὶ τὴν μὲν ἀδιαίρετον εἶναι, τὴν δὲ καθ’ ὅλα διηρημένην, τὴν δὲ παντοίας ἔχουσαν διαιρέσεις. τριττῆς δὲ οὐσίας τῆς ψυχῆς τὴν μὲν αὐτὸ καὶ πηγαίαν εἶναι τὴν μεταξὺ τῆς ἀμερίστου καὶ μεριστῆς οὐσίας γενομένην, ὧν τὴν μὲν εἶναι τὸν καθόλον νοῦν, τὴν δὲ τὸν εἰς τὰ ἄτομα διηρημένον· εἶναι δὴ οὖν τούτων μέσην ὡς ἐξ ἀμφοῖν πρὸ αὐτῆς ὄντιν ὑποστᾶσαν τὴν πρώτην ψυχήν, ἐκ τῶν τριῶν μέσων γενῶν ἐν ὅλον γεγονυίαν. τὴν δὲ δευτέραν τὴν μετ’ ἐκείνην καὶ καθόλου τὴν εἰς τὰς μοῖρας διηρημένην καὶ ὁμοιομένην· μενούσης γὰρ τῆς πρώτης ὅλης ἐφ’ ἑαυτῆς τὴν διαίρεσιν γενέσθαι πρόοδον οὖσαν ἀπ’ ἐκείνης, ὅλης πρὸ τῶν μερῶν οὐσης, εἰς τὴν ἐκ τῶν μερῶν ὑφισταμένην. τὴν δὲ τρίτην αὖ εἶναι τὴν διὰ τῶν εὐθειῶν καὶ τῶν κύκλων δημιουργουμένην· καὶ γὰρ ἐπὶ ταύτης τὴν σχίσιν τῆς μιᾶς δηλοῦν ὑφεσιν ἀπὸ τῆς ἐκ τῶν μερῶν ὅλης καὶ πρόοδον εἰς τὴν ἐν τῷ μέρει πάλιν ὁλότητα· τὸ γὰρ ὅλον πλήθος τῶν μοιρῶν εἶναι καὶ ἐπὶ ταύτης ἐν ἑκατέρῳ τῶν εὐθειῶν καὶ τῶν κύκλων· καὶ εἶναι τῆς ὅλης ψυχογονίας εἰς τρία τὴν τομὴν κατὰ τὰς τρεῖς ταύτας, ὡς εἴρηται, ψυχάς, τῆς μὲν κατὰ τὴν συγκρατικὴν ἐνέργειαν ὑποστάσης τοῦ νοῦ, τῆς δὲ κατὰ τὴν ἀρμοστικὴν, τῆς δὲ κατὰ τὴν σχηματιστικὴν. ταύτῃ δὲ διαστησάμενος τὰ τε κεφάλαια τῆς ψυχογονίας καὶ τὰς ψυχὰς περὶ τῆς καθόλου καὶ εἰς τὰς μοῖρας διηρημένης λέγων περὶ μόνων τῶν ἑπτὰ διατάττεται καὶ ἀνάγων αὐτὰς εἰς τὴν καθ’ ὅλα διαίρεσιν ἐκ μὲν τοῦ διπλασίου στίχου τὰ οὐράνια παράγειν οἴεται δεῖν ἀπὸ τῆς ψυχῆς, ἐκ δὲ τοῦ τριπλασίου τὰ ὑπὸ σελήνην· ἀπονέμει γὰρ οἰκείους ἀριθμοὺς ἑκάστῳ τῶν στοιχείων, τῇ μὲν γῇ τὸν ἑπτά, τῷ δὲ πυρὶ τὸν ἕνδεκα, τῷ δὲ ὕδατι τὸν ἕνεα, τῷ δὲ ἀέρι τὸν τρία καὶ δέκα· τὸν μὲν γὰρ γεωμετρικὸν λόγον, ὃς ἐστιν ἕν, δύο, τέσσαρα, τῆς γῆς εἶναι, τάχα μὲν καὶ διὰ τὸ ὄνομα, τάχα δὲ καὶ ὡς τῆς γῆς ἔχούσης τὰ λοιπὰ στοιχεῖα, καθ-