Ancient Greek
2.226.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.226.1
Unproofread scanNot analysed yet
218 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35B] όντων τοῦ λοιποῦ, τῶν δὲ ἄκρων ὄντων τοῦ ἐγγὺς μειζόνων, ὡς ἐπὶ γῆς καὶ ὑδάτος, ὅπου δὲ πάλιν ὡσαύτως τοῦ ὑποκειμένου ὡς ἐπὶ πυρὸς καὶ ἀέρος, ὡς δῆλον ἐπὶ τῶν ἐκκειμένων ὄρων. πάλιν τὸν πεντεκαίδεκα τοῖς οὐρανίοις διανέμει, τὴν μὲν μονάδα τῷ ταύτῳ κύκλῳ, τὴν δὲ διπλῆν ἑβδομάδα τῷ θάτερου κύκλῳ, διὰ τὴν διπλὴν ἑκάστου περιφοράν, αὐτῶν τε τῶν σφαιρῶν καὶ τῶν ἐν αὐταῖς ἀστέρων ἐν ἑπτὰ ἐκείναις ὄντων ἑπτά. ταῦτα δὲ μαθηματικῶς μὲν λεγόμενα φέρει τινὰ θεωρίαν οὐχ ἄμουσον· ὅπως δὲ ἀπείκαστοι τοῖς πράγμασιν, ὑπὲρ ὧν οἱ λόγοι, καὶ ὅπως ἂν τις αὐτὰ Πυθαγορικῶς διερμηνεύσειεν, οὐδὲν λέγεται παρ’ αὐτῷ τόν γε μὴ παρέργως ἀκροώμενον ἀποτιμπλάναι δυνάμενον. ταῦτα δὲ πάντα εὑῤῥηται μὲν κομψῶς, εἰς δὲ τοὺς μοναδικοὺς ἀριθμοὺς ἀναπέμπει τὴν ἀνάλυσιν τοῦ Πλατωνικοῦ διαγράμματος, εἰς τοὺς λόγους τοὺς ἀπ’ ἐκείνων βλέποντος, ὧν πάντα λάβῃ, τὰς μεσότητας, τοὺς ἡμιόλους, τοὺς ἐπιτρίτους, τοὺς ἐπογδόους, τὰ λείμματα, πολλοῦ δεόντων εὑρίσκεσθαι B τούτων ἐν τοῖς πρώτοις ἀριθμοῖς, οἷς ἐκεῖνος ταῖς εἰρημέναις ἐχρήσατο εἰς τὰ στοιχεῖα καὶ τὸν οὐρανὸν τῶν λόγων διανομαῖς. Ἐπὶ δὲ τούτοις κατίδωμεν ἄλλον τρόπον λόγων, ὃν ὁ ἡμέτερος διδάσκαλος ἐνέχρινε, καὶ οὐχ ἕνα τοῦτον, ἀλλὰ πολλῶν ἡμῖν καὶ θαυμαστῶν ἐπιβολῶν γεννητικόν, οὗ καὶ ἡμεῖς ἐδραττόμεθ᾿ πρότερον· λέγει γὰρ οὖν, ὅτι διχῶς τὴν πρώτην ἑκάστα τούτων ἀκουστέον, ἐφ’ ὅλης τε τῆς ψυχῆς ὡς μιᾶς καθ’ ἑαυὴν καὶ ἐπὶ τῶν πολλῶν ἐν αὐτῇ λόγων καὶ τοῦ πλήθους τοῦ ἐν αὐτῇ κατὰ διαίρεσιν· ἐστι γὰρ ἡ ψυχὴ καὶ ἓν καὶ πλῆθος καὶ εἰς λόγος καὶ ἀριθμὸς παντοίων εἴδων, καὶ μιμεῖται τὴν τε ὁλότητα τὴν δημιουργικὴν καὶ τὴν διάκρισιν τῶν δυνάμεων τοῦ πατρός. πρώτον τοίνυν αὐτὴν καθ’ ὅλην ἥτις ἐστὶ κατανοήσωμεν,