Ancient Greek
2.229.3 to 2.230.33
Proclus Phil., In Platonis Timaeum Commentaria 2.229.3-2.230.33
Unproofread scanNot analysed yet
10 τε om Q καὶ νοερὰς om Q 11 τὴν νοερὰν ἑβδομάδα τὴν ἐνιαίαν ἑβδομάδα Q sic: τὴν ἐνιαίαν καὶ τὴν νοερὰν ἑβδομάδα b 12 ἀποκαλεῖ MP fort. recte 17 καὶ del? 19 συνἔχουσαν P sic 25 ἀφερμηνεύειν Q δυνηθησόμεθα P ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35 B] τι νομίζειν αὐτήν, οἷον οἱ πολλοὶ οἴονται εἶναι τὴν μονάδα, τὸ ἐλάχιστον ἐν ποσῷ καὶ τὸ ὕλης λόγον ἔχον πρὸς τὸν ἀριθμόν, ἀλλ’ ἀρχηγικὴν πάσης τῆς οὐσίας τῆς ψυχῆς καὶ τῶν ἐν αὐτῇ δυνάμεων ὄλβωμα καὶ ἑστίαν τοῦ ἀριθμοῦ τοῦ συμπληροῦντος αὐτήν. ἐπὶ δὴ τούτοις ἡ διπλασία τῆς μιᾶς μοίρας πῶς οὐχὶ συμφωνεῖ τοῖς ὑφ’ ἡμῶν εἰρημένοις; πάντως γὰρ τὸ διπλάσιον ὑπὸ δυάδος μορφοῦται καὶ τῆς ἐνο- ειδοῦς ὑπάρξεως ὑφεῖται καὶ πρόεισιν εἰς πλήθος τῷ μὲν ποσῷ πληθυόμενον, τῇ δυνάμει δὲ ἐλαττούμενον. τοιούτος δὲ καὶ ὁ τῆς ψυχῆς προοδὸς τρόπος· μένουσα γὰρ κατὰ ὑλη καὶ ὡς ἀσχημάτιστον ὑπὸ τοῦ δημιουργοῦ σχηματίζεται, τὸ θεώτατον ἑαυτὴν καὶ, ὡς φησιν Ὀρφεύς [frg. 207], τὴν ἑαυτῆς κεφαλὴν ἐνιδρύσασα τῷ νῷ πρόεισιν ἐκεῖθεν κατὰ τὴν δυάδα τὴν ἐν αὐτῇ, εἰς ἑαυτὴν προιοῦσα καὶ τὸ πλήθος ἀπογεννῶσα τῶν ἐν αὐτῇ λόγων καὶ τῶν παντοίων ειδῶν, προελθοῦσα δὲ πάλιν ἐπιστρέφει πρὸς τὴν ἀρχήν, κύκλον τινὰ τοῦτον οὐσιώδη παρεχομένη, καὶ διὰ τῆς ἐπιστροφῆς συνάπτεται πρὸς τε τὴν ἐν ἑαυτῇ γόνιμον δύναμιν, καθ’ ἣν παρήγαγεν ἑαυτήν, καὶ πρὸς τὴν μονάδα τὴν ἐδρά- ζουσαν καὶ ἐνοποιούσαν αὐτήν· ἡ γὰρ τελεσιουργὸς καὶ ἐπιστρεπτικὴ δύναμις πρὸς ἀμφοτέρας συνήπται, πρὸς τε τὴν ἀλλ’ εἶδος οὐσία πλήρωμά ἐστιν εἰδῶν, ὥστε τὰς λεγομένας γόνιμον καὶ πρὸς τὴν ἐνοποιὸν αἰτίαν. καὶ εἰ δεῖ συντόμως εἰπεῖν, ὥσπερ ἡ μὲν ζωὴ πρόεισιν ἀπὸ τοῦ ὄντος, ὁ δὲ νοῦς συνάπτεται πρὸς τὴν ζωὴν καὶ πρὸς τὸ ὄν, οὕτω δὴ καὶ ἡ 2 τῶν λεγομένων P 13 ἐπεὶ δὲ Q 16 ὑφεῖται S: ὑφίεται ex ὑφεῖται Q: ὑφίσταται MP 17 τὸ πληθυόμενον P