Ancient Greek
2.230.9
Proclus Phil., In Platonis Timaeum Commentaria 2.230.9
Unproofread scanNot analysed yet
πρεσβεῖον ἀποδίδωσι τῇ μονάδι καὶ οὐ συγχωρεῖ τοιούτον ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35B] μὲν πρόοδος τῆς ψυχῆς ἀπὸ τῆς γονίμου γέγονεν αἰτίας, ἡ δὲ ἐπιστροφὴ πρὸς ἀμφοτέρας, ἡμιολίως μὲν πρὸς τὴν ὑπὲρ αὐτῆς, τριπλασίως δὲ πρὸς τὴν ἐπέκεινα καὶ ταύτης· προσήκει γὰρ τὸ ἐπιστρεπτικὸν εἶδος τὸ τε ὅλον ἐπιδιώκειν 5 καὶ τὴν διαίρεσιν ἐλαττοῦν, ὅ δὴ παρέχεται τὸ ἡμιόλιον· τοῦ γὰρ διπλασίου κατὰ πᾶν ἑαυτὸ τῇ δυάδι κεκρατημένου τὸ ἡμιόλιόν ἐστι μὲν ἀνὰ λόγον ἐκείνῳ, τὸν δὲ τῆς ὑφέσεως Ε λόγον ἐλαττοῖ. ἔτι δὲ τὸ τριπλάσιον ὅτι μὲν τὴν τρίτην ἀπόστασιν ἐν τῷ ἐπιστρέφοντι δείκνυσιν ἀπὸ τοῦ μέιναντος, 10 ἐμφανές· πρόσθεσι δὲ καὶ τὸ τὴν τριάδα πρώτην ἀριθμὸν οὖσαν καὶ πρώτως ὅλον ἀρχὴν καὶ μέσα καὶ τελευτὴν ἔχον ὁμοιοῦσθαι πρὸς τὴν μονάδα τὴν ἐνιαλῶς ἅπαν περιέχουσαν τὸ πλήθος. διὰ μὲν οὖν τούτων τὸ ὑποκείμενον τῆς ψυχῆς ἐκ τριῶν ὅλον ὑποστᾶν ἔδειξε πάλιν τριφυές· διεῖλε γὰρ 15 αὐτὸ τῷ μένοντι, τῷ προιόντι, τῷ ἐπιστρέφοντι κατὰ τὴν τῶν θείων γενεὼν διαίρεσιν· καὶ γὰρ ἐν ἐκείνοις τριπλᾷ ἦν γέννη, τὸ μὲν μένον, τὸ δὲ προιόν, τὸ δὲ ἐπιστρέφον, τὸ μὲν ταυτότητος καὶ μονίμου δυνάμεως καὶ οὐσίας αἴτιον, τὸ δὲ γεννητικὸν καὶ προόδων καὶ πολλαπλασιασμῶν ἐξάρχον, τὸ 20 δὲ τελειουργὸν καὶ ἀναγωγὸν ἐπὶ τὰ πρῶτα τῶν δευτέρων. διὰ δὲ τῶν ἐφεξῆς δείκνυσι καὶ ὅπως τὰ δεύτερα κοσμεῖ κατ’ αὐτὴν τὴν οὐσίαν ἑαυτῆς· πρὶν γὰρ αὐτῇ δῶ δυνάμεις ἢ ἐνεργείας, τοὺς λόγους τούτους ἐν αὐτῇ δείκνυσιν ὄντας, ἀφ’ ὧν καὶ δι’ ὧν κατευθύνει τὰ τε πρώτως αὐτῆς μετέΓ 25 χοντα καὶ ὅσα κατὰ δευτέραν ἀπ’ αὐτῆς ἀπόστασιν κοσμεῖται παρ’ αὐτῆς, αὐτῆς μὲν ὅλης μονάδος λόγον ἔχούσης, ἐκείνων δὲ καὶ τὰς προόδους αὐτῆς καὶ τὰς ἐπιστροφὰς μιμουμένων· αὐτὴ γὰρ πρὸ ἐκείνων προῆλθε μὲν δυαδικῶς, ἐπεστράφη δὲ τριαδικῶς, καὶ τὸ μὲν προελθὸν αὐτῆς ἀπὸ 30 τοῦ μένοντος διεκρίθη πᾶν· διπλασίως γάρ· τὸ δὲ ἐπιστραφὲν ἐξ ἡμισεῖας· ἴδιον γὰρ προόδου μὲν ἡ διάκρισις, ἐπιστροφῆς δὲ ἡ ταυτότης καὶ ἡ ὁμοιότης· τὸ γὰρ ἐπιστραφὲν γέγονεν οἷον τὸ μεῖναν, ἀντὶ μὲν ἑνὸς πᾶν γενομένου, ἀντὶ 209