Ancient Greek
2.233.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.233.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35BC] ὅρων τὴν τε πρόοδον ἔχουσι καὶ τὴν ἐπιστροφὴν τὴν εἰς μονάδα. πάλιν δὲ τούτων ὅλων μενόντων οἱ τρίτοι μερίζονται τὸ τε προῖον καὶ ἐπιστρέφον καὶ ἀνάγονται εἰς τοὺς προσεχῶς ὑπερκειμένους, οἱ δὲ τέτταρτοι πάλιν ἐπὶ τὴν μονάδα, διότι καὶ τῶν ἑπτὰ ὅρων ἡ μὲν μονὰς πάλιν μιμεῖται τὸ μένον, οἱ δὲ μέσοι δυοεδεῖς ὄντες τὸ προῖον, οἱ δὲ ἔσχατοι τὸ ἐπιστρέφον· τριαδικοὶ γὰρ ἀμφότεροι· καὶ γὰρ ἡ ὀκταπλασία τριαδικὴ καὶ ἡ ἑπτακαιεικοσαπλασία τριαδικὴ πῶς ἐστι καὶ αὐτή, ὡς εἰς τρίτην προεληθούσα τάξιν. ἔχομεν οὖν τὴν τε μίαν ὁλότητα τῆς ψυχῆς ἐν τῷ κράματι καὶ τὸ τριπλοῦν αὐτῆς ἐν τοῖς τρίτοις ὅροις καὶ τὸ τετραδικὸν ἐν τοῖς τετάρτοις, καθὸ καὶ δημιουργεῖ τὰ ὅλα καθ’ ἕκαστον εἶδος προνοίας, καὶ τῇ μὲν ὁλότητι περιέχουσαν αὐτὴν εὕρομεν τὸ τριφυὲς εἶδος, τούτῳ δὲ τὸ τετραδικόν, καὶ ἀεὶ τοῖς ὅλοις τὰ μέρη συνάγουσαν εἰς ἕνωσιν.