Ancient Greek
2.233.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.233.1-2
Unproofread scanNot analysed yet
δρων τήν τε πρόοδον ἔχουσι καὶ τὴν ἐπιστροφὴν τὴν εἰς μονάδα. πάλιν δὲ τούτων ὅλων μενόντων οἱ τρίτοι μερίζονται τὸ τε προϊὸν καὶ ἐπιστρέφον καὶ ἀνάγονται εἰς τοὺς προσεχῶς ὑπερκειμένους, οἱ δὲ τέταρτοι πάλιν ἐπὶ τὴν μονάδα, διότι καὶ τῶν ἑπτὰ ὅρων ἡ μὲν μονὰς πάλιν μιμεῖται τὸ μένον, οἱ δὲ μέσοι δυοειδεῖς ὄντες τὸ προϊόν, οἱ δὲ ἔσχατοι τὸ ἐπιστρέφον· τριαδικοὶ γὰρ ἀμφότεροι· καὶ γὰρ ἡ ὀκταπλασία τριαδικὴ καὶ ἡ ἑπτακαιεικοσαπλασία τριαδικὴ πῶς ἐστι καὶ αὕτη, ὡς εἰς τρίτην προελθοῦσα τάξιν. ἔχομεν οὖν τὴν τε μίαν ὁλότητα τῆς ψυχῆς ἐν τῷ κράματι καὶ τὸ τριπλοῦν αὐτῆς ἐν τοῖς τρίτοις ὅροις καὶ τὸ τετραδικὸν ἐν τοῖς τετάρτοις, καθὸ καὶ δημιουργεῖ τὰ ὅλα καθ’ ἕκαστερον εἶδος προνοίας, καὶ τῇ μὲν ὁλότητι περιέχουσαν αὐτὴν εὕρομεν τὸ τριφνὲς εἶδος, τούτῳ δὲ τὸ τετραδικόν, καὶ ἀεὶ τοῖς ὅλοις τὰ μέρη συνάγουσαν εἰς ἕνωσιν.