Ancient Greek
2.233.4
Proclus Phil., In Platonis Timaeum Commentaria 2.233.4
Unproofread scanNot analysed yet
Ἐν τῷ δημιουργῷ καὶ διαιρετικὰς εἶναι δυνάμεις οἱ θεολόγοι φασι καὶ συνεκτικὰς, καὶ διὰ μὲν τῶν ἑτέρων τὴν ἑαυτοῦ βασιλείαν αὐτὸν ἀπὸ τῆς τοῦ πατρὸς διακρίνειν λέγουσι, διὰ δὲ τῶν λοιπῶν ἐξάπτειν πᾶσαν αὐτοῦ τὴν δημιουργίαν τῆς πατρικῆς μονάδος· καὶ καλοῦσι τομὰς τε καὶ δεσμοὺς τὰς τοιαύτας ἐνεργείας. κατὰ ταύτας τοίνυν τὰς δυνάμεις καὶ νῦν ἐν ὅροις δημιουργικοῖς διακρίνων τὴν οὐσίαν τῆς ψυχῆς ἀποτέμνειν λέγεται μοῖρας τῆς ὁλότητος αὐτῆς καὶ πάλιν δεσμοῖς τισὶ τὰ μόρια συνδεῖν τοῖς διὰ τῶν μεσοτήτων, δι’ ὧν συνέχεσθαι ποιεῖ τὸ διηρημένον, ὥσπερ διὰ τῶν τομῶν διαιρεῖσθαι τὸ ἠνωμένον. ταῦτα μὲν οὖν ὅτι τῶν θεολογικῶν ἀρχῶν ἔχεται τὰ τοῦ Πλάτωνος παρίστησιν. ἐπὶ δὲ τὴν λέξιν αὐτὴν ἐλθόντες κατιδῶμεν, ὅπως. ὅτι μὲν ὁμοοῦσίως ἐστὶν ἡ ὅλη ψυχὴ πρὸς ἑαυτήν