Ancient Greek
2.239.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.239.2
Unproofread scanNot analysed yet
Τί μέν ἐστι τὸ λείμμα τοῦτο καὶ ὅντινα λόγον ἔχει καὶ πῶς ἐμμελὲς ὂν μετὰ τῶν ἄλλων συνταχθὲν γίνεται ἕναρμόνιον, διὰ τῶν μαθημάτων δῆλον. ἔστι δέ τι καὶ ἐν τῷ παντὶ τοιοῦτον, ὡς ἐν ὅλῳ, χωρὶς τῆς εἰρημένης κατὰ τὴν τετραμερῆ τοῦ ὅλου τομὴν ἐμφάσεως τοῦ λόγου τοῦ λείμματος ἐν τοῖς ἔσχατοις τῶν περιεχομένων ζώων ἑνόντος· ἀφ’ ἑκάστης γὰρ τῶν σφαιρῶν ἀπόρροιαί τινες καθήκουσιν εἰς τὰ ὑπὸ γῆν καὶ αὐτῶν τῶν στοιχείων συμμιγεῖς τινες ὑποστάθμαι, πολὺ μὲν τὸ ταραχῶδες ἔχουσαι καὶ σκοτεινὸν καὶ ἕνυλον, συντελοῦσαι δὲ ὅμως καὶ αὐταὶ πρὸς τὴν ὅλην τοῦ κόσμου σύστασιν καὶ ἁρμονίαν. τούτων δὴ τὴν αἰτίαν ἐν τῇ ὅλῃ ψυχῇ τιθεὶς ὁ Πλάτων λείμμα κέκληκεν αὐτήν, ὅ δὴ τῆς ἑσχάτης ὑφέσεώς ἐστι σημαντικόν· ὅπου γὰρ καὶ Θεῶν τῶν ἀκροτάτων δυνάμεις περὶ ἐκεῖνον τὸν τόπον οἱ Θεολόγοι τάττουσιν, οὕτω τοῦ Διὸς κάκεινα κοσμήσαντος, ὡστ’ ἐπιτήδεια ποιῆσαι πρὸς μετουσίαν Θεῶν τηλικούτων, τί χρὴ οἴεσθαι περὶ τῆς τοῦ παντὸς ψυχῆς; ἀρ’ οὐχὶ πολλῷ μᾶλλον αὐτὴν καὶ κοσμεῖν τοῦτο τὸ δοκοῦν ἄτακτον εἶναι πᾶν καὶ αἰτίαν ἔχειν τῆς ὑποστάσεως αὐτοῦ καὶ κατ’ ἐκείνην αὐτὸ διατάττειν δεόντως; καὶ πῶς ἂν ἡ ἄρχοι τοῦ παντὸς ἢ πάντα κατὰ νοῦν ἄγοι μὴ καὶ τὸ ἄτακτον τάττουσα καὶ τὰ ἔσχατα συναρμόζουσα πρὸς τὴν μίαν τοῦ κόσμου ζωήν; εἰ δὲ καὶ ἐν τῷ δημιουργῷ προϋπάρχει καὶ τούτων τὰ αἴτια, καθάπερ φησὶν Ὀρφεύς [frg. 123, 31].