Ancient Greek
2.239.8
Proclus Phil., In Platonis Timaeum Commentaria 2.239.8
Unproofread scanNot analysed yet
30 δημιουργὸς P ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36B] κόσμου καὶ τῆς οἷον ὑποστάθμης τῶν ὅλων προειληφέναι D τὴν αἰτίαν· πρὸ γὰρ τοῦ φαινομένου καὶ αἰσθητοῦ τὸν ἄφανὴ κόσμον ἡ ψυχὴ περιέχει. τί μὲν οὖν τὸ λείμμα ἐστι, διὰ τούτων δῆλον. ἔστιν οὖν καὶ τετραχῶς τὸ λείμμα καὶ μοναχῶς, καὶ ἔδει τὴν ψυχὴν περιέχειν ἄμφοιν τὸν λόγον, καθ’ ὃν καὶ τετραχῶς ἐστι καὶ μοναχῶς, εἴπερ συντελεῖν ἀνάγκη καὶ τοῦτο πρὸς τὸ πᾶν καὶ πρὸς ἑκάστην μοῖραν. εἰ δὲ τοὺς ἀριθμοὺς ἐθέλοις ἔννοήσαι τῶν ὅρων, ἴδοις ἂν καὶ τούτους θαυμαστὴν τινα σῴζοντας ἀναλογίαν· ἡ μὲν γὰρ εἰς τὰς τριωδουμένας δυάδας πρόοδος τὴν παντελῆ 10 καὶ ἐπὶ πᾶν ἀποστάσαν τῆς αἰτίας ὑφεσιν δηλοῖ· καὶ γὰρ ἐν τῇ ψυχῇ τὸ μερικώτατον καὶ ἐν τῷ παντὶ τὸ ἔσχατον καὶ ἐνυλότατον κατεῖληφεν. ἡ δὲ ἐν ταῖς δεκάσι τετράς καὶ πεμπτὰς ἐξάπτει καὶ ταῦτα τῶν πρώτων καὶ συντάττει ταῖς ἀρχαῖς· ἡ μὲν γὰρ τετράς δημιουργικὴν ἔλαχεν ἰδιότητα καὶ 15 κοσμοουργόν, ἡ δὲ πεμπτὰς ἐπανακαλεῖται πᾶν τὸ προελθὸν ἐπὶ τὰς ἐνιωκάτερας δυνάμεις. ἡ δὲ αὖ ἐν ταῖς μονάσι τριάς καὶ ἑξὰς τελειότητα καὶ τούτοις διὰ τῆς ἐπιστροφῆς ἐνδί- E δωσιν. εἰ δὲ καὶ ἐπιμερῆς ὁ λόγος ἐστὶ τρισκαίδεκά τινας διακοσιοστοεσσαρακοστοτρίτων, οὐδ’ οὗτος ἂν ὁ ἀριθμὸς 20 ἀναμόστος εἴη πρὸς τὸ πᾶν· μετὰ γὰρ τὴν παντελῆ τῶν αἰσθητῶν πρόοδον καὶ τὴν ἄχρι γῆς ὑφεσιν, ἣν δωδεκάτην εἶναι μερίδα τοῦ κόσμου φασί, τὸ ὑπ’ αὐτὴν πᾶν τρισκαιδέκατον ἂν εἴη τῶν ὅλων, καὶ αἱ εἰς αὐτὸ καθήκουσαι τῶν στοιχείων ἐμφάσεις πρέποιεν ἂν τῷδε τῷ ἀριθμῷ. καὶ πρό- 25 εisin οὖν ἐπὶ πᾶν καὶ κοσμεῖται προσελθὸν καὶ ἐπιστρέφει κοσμηθὲν τὸ ἐνυλότατον τοῦ παντός. καὶ ἐν ἑκάστη δὲ μοίρᾳ τὰ ἔσχατα γένη τῶν αἰδίων ὑφεμένα ἐστιν, οἷς ὁ δώδεκα ἀνεῖται, καὶ κατὰ τὸν τοῦ τρισκαίδεκα λόγον εἰκότως ἔχει τὴν πρὸς ἄλληλα σχέσιν καὶ κοινωνίαν, πάλαι τοῦ δώδεκα 30 λεγομένου θεοῖς ἀνεῖσθαι καὶ τοῖς ἀεὶ θεῶν ἀνημμένοις