Ancient Greek
2.242.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.242.1-2
Unproofread scanNot analysed yet
συμβαίνοι ἂν καὶ ὡς πρὸς τὴν ψυχὴν, ἧς μάλιστα οἰκεῖος B ὁ ἐπόγδοος· καὶ οὗτος ὁ δεύτερος καὶ παράμεσος ὢν [ὁ] ἐπόγδοος τῶν ἐμμελῶν διαστημάτων καὶ μὴ ἐμμελῶν οἰκεῖος τῇ μεσότητι τῆς ψυχῆς, καὶ ὅλως χαρακτηρίζει τὸ διατονικὸν γένος, καθ’ ὃ ἡρμῳσται ἡ ὅλη ψυχή. προσλαβὼν δὲ καὶ τὸ εἶναι δεύτερος ἐμπρέποι ἂν τῇ τάξει τῆς ψυχῆς, ἐν ᾗ πάντα δευτέρως ἔστι τὰ γένη τοῦ ὄντος. ἔτι δὲ πρὸς τούτοις τετράκις μὲν ἔχον τὸ διάγραμμα τὴν διὰ πασῶν, τὴν καταχορεστάτην τῶν συμφωνιῶν, ἅπαξ δὲ τὴν διὰ πέντε, τελευτῶν δὲ εἰς ἕνα τόνον, ἔχει ἂν τῆς μὲν τετραμεροῦς τοῦ κόσμου διαιρέσεως, ὡς εἴπομεν [p. 230, 15 ss], ἄνωθεν ἀπὸ τοῦ αὐτοζῶου διὰ τῆς ψυχῆς εἰς τὸ πᾶν ἐλθούσης καὶ τῶν ἐν ἐκείνῳ τεττάρων ἰδεῶν τὴν τετραπλὴν αἰτίαν τῆς ἐν ἑκάστῃ τῶν μερίδων ἁρμονίας τελέας, δι’ ἣν καὶ ὁ οὐρανὸς εἰς κόσμος ἐστὶν ἑαυτῷ σύμφωνος οὐρανίως, καὶ ἡ γῆ πάντα ἔχει χθονίως, καὶ ἑκάτερον τῶν ἐν μέσῳ τούτων ὡσαύτως. ἐπειδή δὲ οὐ μόνον ἐστὶ τετραμερὴς ὁ κόσμος, ἀλλὰ καὶ πεντάσχημος, ἔχων καὶ τὴν πέμπτην ἰδέαν μετὰ τῶν τεττάρων, εἰκῶς μετὰ τὸ τετράκις διὰ πασῶν καὶ τὴν διὰ πέντε C συμφωνίαν ἔχει καθ’ ἑαυτὴν ἡ ψυχή. λοιπῆς δὲ οὔσης τῆς εἰς ὀκτὼ μὲν σφαῖρας τοῦ οὐρανοῦ τομῆς, εἰς ἐννέα δὲ τοῦ κόσμου παντός, καὶ τῆς μὲν ταῖς ἐν Πολιτείᾳ [X 617B] Σειρῆσι, τῆς δὲ ταῖς ὅλαις Μούσαις ἀνειμένης, ὅφ’ ἃς καὶ αἱ Σειρῆνες, πάλιν εἰκῶς ὁ τόνος συνέκλεισε τὸ διάγραμμα πᾶν. καὶ ἄλλας παρὰ ταύτας διαιρέσεις οὐδὲ πλάσαι δυνατόν ὑπὸ Πλάτωνος ἡμῖν παραδεδομένας, τὴν εἰς τέσσαρα λέγω, τὴν εἰς πέντε, τὴν εἰς ὀκτὼ, τὴν εἰς ἐννέα, τὰς μὲν ἐνταῦθα, τὰς δὲ ἐν Πολιτείᾳ γεγραμμένας, ὥστ’ εἰκῶς ἐκ πάντων ἐστὶ τῶν ῥηθέντων τὸ πᾶν διάγραμμα τὸ ψυχογονικόν, τοῦ τόνου λέγω, τῆς διὰ πέντε,