Ancient Greek
2.243.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.243.1-2
Unproofread scanNot analysed yet
τῆς τετράκις διὰ πασῶν, εἰκότως τοῦ τόνου ληφθέντος ἄλλως νῦν ἡμῖν ἢ πρότερον καὶ τοῦ διὰ πέντε καὶ τοῦ τετράκις διὰ πασῶν, ἵνα καθ’ ὅλον ὀφθῇ ταῦτα τὸν κόσμον ὡς ἂν τοῦ ὅλου διαγράμματος ἔχοντα τὴν δύναμιν. καὶ εἰληπταὶ γε πάντα κατὰ τὰς Πλάτωνος πάσας διαιρέσεις τῶν ἐγκοσμίων τριπλάς οὖσας, κατὰ τὰς ἰδέας, κατὰ τὰ σχήματα, κατὰ τὰς σφαῖρας. οἱ μὲν οὖν ἄλλοι πάντες ἡμίολιοι λόγοι καὶ ἐπόγδοοι μερικωτέρων ἦσαν δεσμοὶ τάξεων ἐμπεριεχομένων ἢ ταῖς πέντε μοῖραι τοῦ παντὸς ἢ ταῖς εἰς ὀκτὼ καὶ ἐννέα τομαῖς, οἷον θεῶν ἢ δαιμόνων ἢ ψυχῶν ἢ φύσεων ἢ σωμάτων, καὶ θεῶν οἱ μὲν ἄλλων, οἱ δὲ ἄλλων (καθ’ ἑκάστην γὰρ μοῖραν εἰσὶ τάξεις διαφέρουσαι θεῶν καὶ ἀνὰ λόγον αἱ δευτέραι ταῖς πρὸ αὐτῶν), καὶ δαιμόνων ὡσαύτως οἱ μὲν ἄλλης ὄντες σειρᾶς, οἱ δὲ ἄλλης, καὶ ψυχῶν καὶ φύσεων καὶ σωμάτων. αὕτη δὲ ἡ διὰ πέντε συμφωνία καὶ οὗτος ὁ ἐπόγδοος λόγος μετὰ τὸ τετράκις διὰ πασῶν οὐ μάτην ἐλήφθησαν, ἀλλὰ διότι τῶν ὅλων εἰσὶ συνεκτικοὶ κοινῶς, λέγω δὲ οἷον πάντων ὁμοῦ τῶν κατὰ τὴν πενταμερῆ τομὴν διατεταγμένων καὶ πάντων τῶν εἰς ὀκτὼ καὶ εἰς ἐννέα διηρημένων, ὡς τὸν ἕνα λόγον συνέχειν τῆς ἐννεασφαίρου πρὸς τὴν ὀκτάσφαιρον, ὥσπερ δὴ καὶ τὰ πάντων λείμματα τῶν ἐπιtritῶν ἢ αἱ καθ’ ἑκάστην μοῖραν τῆς τετραμεροῦς διακοσμῆσεως ἔσχαται ὑφέσεις καὶ πολυμέριστοι ἢ αἱ κοινὰ πάντων εἰσὶν εἰς τὸν ἔσχατον τόπον δόσεις, δι’ ἃς καὶ θεοὶ καὶ δαίμονες καὶ ψυχαὶ μερικαὶ καὶ φύσεις εἰς ἐκεῖνον καθήκουσιν, συμφωνοῦσαι μὲν ἀλλήλαις, κατὰ δὲ τὴν ἔσχατὴν καὶ πάντη μεριστὴν συμφωνίαν, οἷαν εἶναι τὴν τῶν ἐπιμερῶν φαμεν· εἰκότως ἄρα ὁ Πλάτων εἰς τοῦτο κατανητήσας ἐπήνεγκεν [36 B], ὅτι ἅπαν ἤδη κατανηλῶκει τὸ χρῶμα διαιρῶν ὁ δημιουργός· οὐδὲν γὰρ μάτην οὔτε ὁ θεὸς ποιεῖ οὔθ’ ἡ φύσις. οὐτ’ οὖν πλέον οὔτ’ ἑλαττον ὑπέστησε