Ancient Greek
2.246.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.246.1
Unproofread scanNot analysed yet
238 #ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36B] τοίνυν ὁ μὲν ταυτοῦ κύκλος, ὁ δὲ θάτερον, καὶ ἐστιν ὁ μὲν οἷον κατὰ τὸν ἰσημερινόν, ὁ δὲ κατὰ τὸν ζῳδιακόν· περὶ μὲν γὰρ τὸν ζῳδιακὸν φέρεται πᾶς ὁ θάτερον κύκλος, περὶ δὲ τὸν ἰσημερινὸν ὁ ταυτοῦ· διὸ καὶ τὰς εὐθείας οὐκ ὡςμεθα δεῖν πρὸς ὀρθὰς λαμβάνειν, ἀλλ’ οἷον γε, καθάπερ ὁ Πλάτων φησίν, ὥστε τὰς κατὰ κορυφὴν ἴσας εἶναι μόνον, τὰς δὲ ἐφ’ ἕκτερα καὶ ἐφεξῆς ἀνίσους· οὐδὲ γὰρ ὁ ἰσημερινὸς πρὸς ὀρθὰς τέμνει τὸν ζῳδιακόν. τὸ μὲν οὖν μαθηματικὸν ὡς συντόμως εἰπεῖν περὶ τοῦ σχήματος τῆς ψυχῆς τοιούτόν ἐστιν. ἐξ ἀρχῆς δὲ πάλιν αὐτὰ τὰ πράγματα θεωροῦντες λέγωμεν πρὸς τὴν ψυχικὴν οὐσίαν ἐπανάγοντες τοὺς λόγους. καὶ πρῶτον ἐκεῖνο διωρισώμεθα, ὅτι κατὰ μὲν τὰς μαθηματικὰς ἐπιστήμας διῃρηται ἀπ’ ἀλλήλων τὸ τε συνεχὲς καὶ τὸ διωρισμένον καὶ ἀντίκειται πρὸς ἀλλήλα τρόπον τινά, καὶ οὔτε τὸ διωρισμένον συνεχὲς εἶναι δυνατόν οὔτε τὸ συνεχὲς διωρισμένον. ἐπὶ δὲ τῆς ψυχῆς ἀμφότερα συντρέχει, καὶ ἡ ἕνωσις καὶ ἡ διαίρεσις· καὶ γὰρ μονάς ἐστι καὶ ἀριθμός, καὶ εἷς λόγος καὶ πλῆθος, ἕν τε καὶ πολλά, καὶ ὡς μὲν ὅλον οὖσα συνεχὴς ἐστιν, ὡς δὲ ἀριθμὸς διηρημένη κατὰ τοὺς ἐν αὐτῇ λόγους, καὶ διὰ μὲν τῆς συνεχείας ὁμοιούμενη πρὸς τὴν ἕνωσιν τῶν νοητῶν, διὰ δὲ τοῦ πλήθους πρὸς τὴν διάκρισιν, καὶ ἐπὶ τούτων ἀνωτέρω κατὰ μὲν τὴν ἕνωσιν εἰκόνα καὶ ἔμφασιν ἔχουσα τοῦ ἑνός, κατὰ δὲ τὴν διαίρεσιν καὶ τὸ πλῆθος τῶν θείων ἀριθμῶν. διόπερ οὔτε ἀριθμητικὴν ἔχει μόνον τὴν οὐσίαν (οὐ γὰρ ἂν ἦν συνεχής), οὔτε γεωμετρικὴν (οὐ γὰρ ἂν ἦν διωρισμένη), ἀμὰ δὲ ἐστιν ἀμφότερα. καὶ ἀριθμητικὴν ἄρα καὶ γεωμετρικὴν αὐτὴν ὀφτέον. ἀλλὰ καθόσον ἀριθμητικὴ ἐστιν, ἔχει καὶ τὴν ἀρμονικὴν ὁμοῦ κατ’ οὐσίαν (τὸ γὰρ πλῆθος ἡμοσμένον ἐστὶ τὸ ἐν αὐτῇ, καὶ ἐν ταυτῷ τὸ τε καθ’ αὐτὸ καὶ τὸ πρὸς τι ποσὸν συνελήφεν), καθόσον δὲ γεωμετρική, τὴν σφαιρικήν· οἱ γὰρ ἐν αὐτῇ κύκλοι καὶ ἀκίνητοι εἰσι καὶ