Ancient Greek
2.247.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.247.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36B] κινούμενοι, κατ’ οὐσίαν μὲν ἀκίνητοι, κατ’ ἐνέργειαν δὲ ζωικὴν κινούμενοι, μᾶλλον δὲ ὁμοῦ τὸ συναμφότερον ἔχοντες· αὐτοκίνητοι γάρ εἰσι· τὸ δὲ αὐτοκίνητον ὁμοῦ κινεῖται καὶ ἀκίνητόν ἐστιν· ἑαυτὸ γὰρ κινεῖ· τὸ δὲ κινεῖν ἀκίνητον δυνάμεώς ἐστι. πάσας ἄρα τὰς ἐπιστήμας οὐσιωδῶς ἡ ψυχὴ προεῖληφε· τὴν μὲν γεωμετρίαν κατὰ τὴν ὁλότητα, κατὰ τὸ σχῆμα, κατὰ τὰς γραμμὰς· τὴν δὲ ἀριθμητικὴν κατὰ τὸ πλῆθος καὶ τὰς οὐσιώδεις ἐν αὐτῇ μονάδας, ὡς ἐδείξαμεν ἐμπροσθεν· τὴν δὲ ἁρμονικὴν κατὰ τοὺς λόγους τῶν ἀριθμῶν· τὴν δὲ σφαιρικὴν κατὰ τὰς διττὰς περιφοράς· καὶ ὡς ἀληθῶς σύνδεσμος τῶν μαθημάτων οὗτός ἐστιν, οὐσιώδης, αὐτοκίνητος, νοερὸς, ἡνωμένος, ἀμόρφως καὶ καθαρώς τὰ πάντα περιέχων, ἀσχηματίστως μὲν τὰ σχήματα, ἡνωμένως δὲ τὰ διωρισμένα, ἀδιαστάτως δὲ τὰ διαστατά· ταῦτα γὰρ προσῆκει τῇ οὐσίᾳ τῆς ψυχῆς καὶ δεῖ πάντα ἐν αὐτῇ τοῦτον τὸν τρόπον θεωρεῖν. καὶ μὴν καὶ ἐκεῖνο λαμβάνειν ἐκ τῶν κειμένων δεῖ· τὸ πάντα τὰ δεύτερα τοῖς πρὸ αὐτῶν ἀναλογεῖν καὶ πανταχοῦ προηγεῖσθαι τοῦ πλήθους τὸ ἕν· ὡς γὰρ ἡ τῆς ὑπάρξεως θεωρία τὴν ἀρχὴν ἀπὸ τῆς οὐσίας ἐποιεῖτο καὶ ἡ τῆς ἁρμονίας τὴν ἀρχὴν ἀπὸ τῆς μιᾶς μοίρας, οὕτω καὶ ἡ περὶ τοῦ σχήματος διδασκαλία τὸ ἕν μήκος προτίθησι τοῖν δυοῖν, καὶ ὡς ἀπὸ τῆς οὐσίας ταυτότης καὶ ἑτερότης, οὕτως ἀπὸ μονάδος τριπλάσιος καὶ διπλάσιος λόγος, ἀπὸ τοῦ ἑνὸς μήκους ὁ τε ταυτοῦ κύκλος καὶ ὁ θάτερος, καὶ ὡς τὰ ἡγοῦμενα πρὸς τὰ ἡγοῦμενα, οὕτω τὰ ἐπομένα πρὸς τὰ ἐπόμενα, καὶ πάντα ἀλλήλοις ὁμόλογα, ἡ οὐσία, ἡ ἁρμονία, τὸ εἶδος, καὶ πανταχοῦ μὲν πάντα διὰ τὸ ὁμόχρουν καὶ ὁμοιομερὲς τῆς ψυχικῆς ζωῆς, μᾶλλον μὴν ἐν τῷ ταυτοῦ κύκλῳ τὸ ταυτὸν καὶ τὸ τριπλάσιον, ἐν δὲ τῷ θάτερῳ τὸ θάτερον καὶ τὸ διπλάσιον, καὶ οἱ λόγοι πανταχοῦ μὲν πάντες, ἀλλὰ τρόπον ἕτερον ἐν τε τοῖς πρωτίστοις καὶ ἐν τοῖς δευτέροις, οὗ μὲν νοερῶς καὶ ὀλικῶς