Ancient Greek
2.251.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.251.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36 B] περιέχον αὐτὴν ἀδιαιρέτως καὶ πᾶσαν αὐτῆς τὴν οὐσίαν ἀμερίστως προειληφώς· νῷ γὰρ τὸ ἀμερὲς οἰκεῖον, ψυχῇ δὲ τὸ πρῶτως μεριστόν. τοιοῦτον δὲ τὸ σημεῖον καὶ ἡ γραμμή. ταῦτ’ οὖν διεστήσατο καλῶς, καὶ τῇ ψυχῇ τὴν εὐθεῖαν ἀνῆκεν ὁ λόγος καὶ ἐπὶ ταύτῃ τὸν κύκλον, ὃ δὴ γραμμὰς εἶναι φαμεν ἀπλάς, τῷ δὲ νῷ τὸ σημεῖον· ἐκεῖθεν γὰρ οἷον ἐξ ἀδύτου τινὸς ἀναφαίνεται ὁ τῆς ψυχῆς λόγος, ἐκφαίνων τοῦ νοῦ τὸ ἀμερὲς καὶ ἀπαγγέλλων αὐτοῦ τὴν σιωμένην καὶ ἀφραστον ἔννοιαν· αὐτὸς δὲ ὁ νοῦς ἴδρυται ἐν ἑαυτῷ μονίμως, πάντα νοῶν ἡσύχως, σημεῖον μὲν ὡν καὶ κέντρον ὡς πρὸς τὴν ψυχὴν, εἰ μὲν ἡ ψυχὴ κύκλος, αὐτὸς δὲ τὸ κέντρον, ἢ τοῦ κύκλου δύναμις, εἰ δὲ ἡ ψυχὴ γραμμὴ ὡς εὐθεῖα, σημεῖον ὡν αὐτός, ἀδιαστάτως δὲ τὸ διαστατὸν καὶ ἀμερῶς τὸ μεριστὸν καὶ κεντρικῶς τὸ κυκλικὸν περιέχων εἶδος, κύκλος ὡς πρὸς τὴν τάχαθού φύσιν, περὶ ἣν ὅλος πανταχόθεν συννεύει πόθῳ τοῦ ἑνὸς καὶ τῆς [τοῦ ἑνὸς καὶ τῆς] πρὸς τὸ ἓν συναφῆς. ἔτι καὶ καθ’ ἕτερον τρόπον τῇ ψυχῇ τὴν γραμμὴν προσήκειν ἑροῦμεν· νοῦς μὲν γάρ, καὶ εἴ τις αὐτῷ διδοὶ κίνησιν, ἀμετάβατον ἔχει ταύτην τὴν ἐνέργειαν· ὅλον γὰρ ὁμοῦ θεάται τὸ νοητόν, αἰώνιον ζωὴν ἔχον περὶ τὰ αὐτὰ καὶ ἐν τῷ αὐτῷ καὶ κατὰ ταῦτα ἐνεργῶν· ψυχὴ δὲ μεταβατικὴν· ἄλλοτε γὰρ ἄλλοις εἴδεσι προσβάλλει, πᾶν τὴν τοῦ παντὸς εἴπης· ἴδιον γὰρ τοῦτο ψυχῆς, τὸ διὰ χρόνου ἐνεργεῖν, ὡς ἐν τῷ Φαίδρῳ [247 D] φησί. πᾶσα δὲ κίνησις μεταβατικὴ γραμμὴ ἐστιν· ἔχει γὰρ ποθὲν ποὺ καὶ τὸ κατ’ εὐθεῖαν καὶ ἑτέραν μὲν τὴν ἀρχήν, ἑτέραν δὲ τὸ πέρας. ὥστε καὶ ταύτῃ τὴν γραμμὴν ἐπὶ τὴν ψυχὴν ἀναπέψωμεν ζωὴν. ἔτι τὸ μὲν ἀκίνητον αἴτιον τῶν αὐτοκινήτων ἐστὶ κινητικόν· ταῦτα γὰρ αὐτοῦ μετέχει προσἐχώς· τὸ δὲ αὐτοκίνητον τῶν ἑτεροκινήτων. ἐπεὶ τοίνυν ἡ