Ancient Greek
2.252.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.252.2
Unproofread scanNot analysed yet
D ὡς οὖν συνελόντι φάναι, ἡ μὲν οὐσία τῆς ψυχῆς ὅλον οὖσα καὶ ἐκ μερῶν ἀριθμὸς ἐστιν ὁμοσμένος, ἡ δὲ ζωὴ εὐθεῖα ***μονοειδὴς καὶ δυοειδής, ὁ δὲ νοῦς διανοητικὸς καὶ δοξαστικός· ἐστὶ γὰρ ἐν αὐτῇ τὸ ὂν, ἡ ζωή, ὁ νοῦς. μᾶλλον δὲ καὶ πρὸ τῶν γνωστικῶν δυνάμεων τὰς ζωτικὰς ἐφ’ ἑαυτῶν ἰδόντες ὁμοῦ μὲν οὖσας μεταβατικάς, ὁμοῦ δὲ αὐτοκινήτους, τὸ μὲν μεταβατικὸν αὐτῶν τὴν εὐθεῖαν ἐνεικονίζεσθαι φήσομεν, τὸ δὲ αὐτοκίνητον τὸν κύκλον· ἀφ’ ἑαυτῶν γὰρ κινλοῦνται πρὸς ἑαυτάς. διὸ καὶ ὁ Τίμαιος κατ’ αὐτὴν μόνην ἐν τούτοις τὴν ζωτικὴν κίνησιν λαβὼν τὸ τε εὐθὺ καὶ κυκλικόν, ἐν τοῖς ἐπομένοις τὰς γνωστικὰς τῶν κύκλων παραδίδωσι κινήσεις, ὡς ἤδη γενομένης αὐτῷ τῆς ψυχῆς