Ancient Greek
2.254.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.254.1-2
Unproofread scanNot analysed yet
ὁ Ξενοκράτης, ἄτομον γραμμὴν τὴν τοιαύτην ἀποκαλῶν· γελοῖον γάρ, εἰ τις ἀδιαίρετον νομίζει μέγεθος· ἀλλὰ δῆλον, ὅτι τὸν λόγον τῆς γραμμῆς τὸν οὐσιώδη γραμμὴν ἔφη χρῆναι καλεῖν. ὁ δὲ γε Πλάτων δι’ ἐπίκρυψιν τοῖς μαθηματικοῖς τῶν ὀνομάτων οἷον παραπετάσμασιν ἐχρῆσατο τῆς τῶν πραγμάτων ἀληθείας, ὥσπερ οἱ μὲν θεολόγοι τοῖς μύθοις, οἱ δὲ Πυθαγόρειοι τοῖς симвоλοῖς· ἔστι γὰρ καὶ ἐν ταῖς εἰκόσι τὰ παραδείγματα θεωρεῖν καὶ διὰ τούτων ἐπ’ ἐκεῖνα μεταβαίνειν. πρὸς μὲν οὖν τούτους οὐδὲν ἰκανόν, ἐριστικοὺς ὄντας· ἐπανέλθωμεν δὲ ἐπὶ τὴν λέξιν καὶ θεωρώμεθα τῶν λεγομένων ἕκαστον. Ἐπειδὴ τοίνυν ἡ ψυχὴ καὶ μία ἐστὶ καὶ διῆρται κατὰ τὰς ἑαυτῆς μοῖρας καὶ ἔστιν ἓν καὶ πολλά, ταύτην μὲν αὐτὴν ὡς μίαν προσείρηκε, πᾶσαν δὲ ὡς πλήθος, σύστασιν δὲ ὡς τὸ συναμφότερον, ὅ καὶ δείκνυσιν αὐτῆς διαφέρουσαν τὴν οὐσίαν τῶν τε διωρισμένων καὶ τῶν συνεχῶν· ἐκεῖνα μὲν γὰρ ἄμικτα ἀλλήλοις, ἡ δὲ ψυχὴ καὶ μία ἐστὶ καὶ πλήθος ὁμοῦ καὶ διωρισμένον καὶ συνεχές. ἐπειδὴ δὲ οἱ ψυχικοὶ λόγοι δυοειδεῖς εἰσιν —ἀμφίστομος γὰρ ἡ ψυχὴ καὶ ἀμφιπρόσωπος κατὰ τὸ παράδειγμα τὸ ἑαυτῆς, τῷ μὲν ταυτοῦ κύκλῳ τὴν ἀμέριστον οὐσίαν νοοῦσα, τῷ δὲ ἑτέρου τὴν μεριστὴν συνέχουσα —διπλὴν αὐτὴν προσηγόρευκε. διότι δὲ τοὺς αὐτοὺς ἔχει λόγους ἄνω τε καὶ κάτω καὶ οὐχ, ὥσπερ οἴονται τινες, ὡδὶ μὲν τοὺς διπλασίους, ὡδὶ δὲ τοὺς τριπλασίους, κατὰ μήκος αὐτὴν διηρτημένην παραδέδωκεν· μόνη γὰρ ἡ τοιαύτη διαίρεσις τοὺς αὐτοὺς πανταχοῦ φυλάττει λόγους. αὕτη δὲ ἡ σχῖσις τὴν δημιουργικὴν τομὴν ἐπιδείκνυσιν οἰκεῖαν οὖσαν τῇ δημιουργῷ· δυνὰς γὰρ παρ’ αὐτῷ κάθεται καὶ νοεραῖς ἀστράπτει τομαῖς, ὡς φησὶ τις θεῶν. καὶ μὴν καὶ τὸ μέσην πρὸς μέσην ἐνδείκνυται τάχα μέν, ὅτι καὶ ἡ διαίρεσις καὶ ἡ συναφὴ τῶν ἀθιγῶν οἰκείως ἐγένετο τῇ