Ancient Greek
2.256.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.256.3
Unproofread scanNot analysed yet
Κατέκαμψεν εἰς ἕν κύκλῳ ξυνάψας αὐταῖς τε καὶ ἀλλήλαις ἐν τῷ κατ’ ἀντικρὺ τῆς προσβολῆς [36BC]. Ὅτι μὲν διὰ τῶν εὐθειῶν τὴν τε πρόοδον ἐδῆλον τῆς ψυχῆς ὁ λόγος καὶ τὴν ζωὴν τὴν ἀπὸ τῆς οὐσίας προῦοῦσαν καὶ τὴν τῶν ἑτεροκινήτων προνοητικήν, ἐκ τῶν εἰρημένων οἶμαι γεγενηναι καταφανές. ἀνὰ λόγον δὲ τούτοις καὶ τὴν εἰς κύκλους κατάκαμψιν ἀποδιδόναί νομίζω προσῆκεν· ἐπεὶ γὰρ αἱ ἐπιστροφαι συνεχεῖς ταῖς προόδοις εἰσίν, ἐπὶ ταῦτὸ πάλιν ἀνακαλούμεναι τὰ προελθλυθότα, τὰς εὐθείας εἰς κύκλους κατακεκάμφθαι φησί, καὶ ἐπειδή τὸ ζωτικὸν τῆς ψυχῆς νοερόν ἐστι καὶ ἀποκαθαστατικὸν καὶ τὸ νοητὸν πλήθους ἀνελίπτον, ἐπὶ τὸ αὐτὸ πάλιν ἀποκαθίσταται, καὶ διότι τὰ ἑτεροκίνητα κινεῖ πρὸς ἑαυτὴν ἐπεστραμμένη καὶ ἑαυτὴν ἡ ψυχὴ κινοῦσα· κατὰ πάντα γὰρ προσῆκει ταῦτα τὸ κυκλικὸν αὐτῇ· καὶ γὰρ ἡ πρόοδος αὐτῆς συνεχὴς ἐστὶ πρὸς τὴν ἐπιστροφὴν· οὐ γὰρ ἀτελὴς ἐστι· καὶ ἡ τῶν ἑτεροκινήτων κίνησις ἐξήρτηται τῆς αὐτοκινήτου ζωῆς, καὶ ὥσπερ οὐκ ἀναιρεῖται τὰ ἕτερα διὰ τῶν ἑτέρων, ἀλλὰ τελειοῦται, τὸν αὐτὸν τρόπον καὶ ἡ τῶν εὐθειῶν σύστασις οὐκ ἀναιρεῖται διὰ τῆς εἰς κύκλους κατακάμψεως, ἀλλὰ μενουσῶν ἐκείνων οἱ κύκλοι γεννῶνται· πάντα γὰρ ὁμοῦ ἐστὶν ἐπὶ τῆς ψυχῆς, ὡς τῷ διωρισμένῳ τὸ συνεχές, οὕτω τῇ εὐθείᾳ τὸ κυκλικόν· καὶ γὰρ δεῖ καὶ τὸ εὐθὺ μένειν καὶ τὸ περι-