Ancient Greek
2.26.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.26.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 31BC] πλεῖστον διεστῶτα ἀλλήλων καὶ ἀποδιδράσκοντα ἀλλήλα φειδοῦ τῆς ἑαυτῶν οὐσίας οὐ δυνατὸν ἑαυτὰ συνάγειν· ὑπ’ ἄλλου ἄρα συνάγεται. τοῦτο δ’ ἐστὶν ὁ δεσμός. ὥστε δεῖξαι τρίτου τινός· ἀπὸ δυάδος ἄρα προῆλθεν ἐπὶ τριάδα τὸ πᾶν. ἤρξατο μὲν γὰρ ἀπὸ δυάδος, ὅτι πᾶσα γένεσις οἰκείως ἔχει πρὸς ταύτην τὴν ἀρχήν· ἡ γὰρ ἑτερότης καὶ τὸ ἄπειρον καὶ τὸ Ἐμπεδοκλείου νεῖκος τοῖς γενητοῖς προσῆκει πράγμασι· προῆλθε δὲ ἀρχι τριάδος τὸ γε νῦν διὰ τὸν δεσμόν. πάλιν οὖν γῆς καὶ πυρὸς μέσον τι ληπτέον τρίτον, ἀμφοῖν συναγωγόν, καὶ ἔστω τοῦτο τὸ ὑγρὸν παραδείγματος χάριν, ὁ καὶ ἀέρι κοινὸν ἐστὶ καὶ ὕδατι· τοῦτο γὰρ συνεκτικὸν μὲν ἐστὶ τῆς γῆς ὡς συγκολλῶν αὐτὴν καὶ συνέχον· διαπερορημένην, ὑποκειμένον δὲ τῷ πυρὶ τροφὴν αὐτῷ παρέχεται καὶ διαμονήν. ἀπὸ δὲ τῆς τριάδος ταύτης ἡ τετράς ἀναφανήσεται μικρὸν ὕστερον [Tim. 32B], διότι στερεὰ τὰ συνδούμενά ἐστιν. ὁρθῶς ἄρα εἴρηται τὸ κάλλος καὶ τὴν ἐναρμόνιον κοινωνίαν καὶ τὴν ἕνωσιν παρέχειν ὁ δεσμός. τίς δὲ οὗτός ἐστι καὶ ὅπως ἐνυπάρχει τοῖς δεδεμένοις, διὰ τῶν ἐξῆς λόγων παρίστασι.