Ancient Greek
2.260.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.260.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36C] καὶ ψυχὴν ἐγέννησεν, ἐνέθηκεν ἐν τῇ ψυχῇ. εἰ δὲ τοῦτο ἀληθές, ἡ ἐκείνου κίνησις κατὰ ταῦτά καὶ ἐν ταύτῳ περιαγομένη περιέχει τοὺς ψυχικοὺς τούτους κύκλους, ἀλλ’ οὐχ ἡ τοῦ κακείνου ὑποστάντος καὶ τὴν ψυχὴν, ὅς γε καὶ μένειν ῥηθήσεται [42E] μικρὸν ὕστερον ἐν τῷ ἑαυτοῦ κατὰ τρόπον ἥθει, τοῦ παντὸς ἐξηρημένος καὶ χωριστός. ὁ οὖν ἐγκόσμιος νοῦς ἐστιν οὕτος, οὗ ἡ ζωὴ περιἔχει τὰς ψυχικὰς ζωάς, ἡ μονοειδὴς τὰς δυοειδεῖς, ἡ αἰώνιος τὰς μὴ αἰωνίας κινουμένας. οὕτω μὲν οὖν ἡ ὅλη ψυχὴ προελήλυθε, μονὰς τε οὖσα καὶ δυνὰς καὶ ὅσον ἐπὶ τοῖς εἰρημένοις ἀδιάφορος πρὸς ἑαυτήν· λοιπὸν δὲ ὅπως ἐκ τῶν F δημιουργικῶν διαιρέσεων τὸ μὲν ἔσχεν ἐν ἑαυτῇ θειότερον, τὸ δὲ καταδεέστερον, ἐξῆς παραδίδωσιν· ἡμεῖς μὲν γὰρ σαφηνείας ἕνεκα καὶ ταῦτα παρεῖλήφαμεν, ἐπακούσωμεν δὲ καὶ τῶν τοῦ Πλάτωνος αὐτοῦ ῥημάτων, οἷα δὴ φησιν ἐν τοῖς ἐχομένοις.