Ancient Greek
2.260.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.260.1-2
Unproofread scanNot analysed yet
καὶ ψυχὴν ἐγέννησεν, ἐνέθηκεν ἐν τῇ ψυχῇ. εἰ δὲ τοῦτο ἀληθές, ἡ ἐκείνου κίνησις κατὰ ταῦτά καὶ ἐν ταύτῳ περιαγομένη περιέχει τοὺς ψυχικοὺς τούτους κύκλους, ἀλλ’ οὐχ ἡ τοῦ κάκεινον ὑποστησάντος καὶ τὴν ψυχὴν, ὅς γε καὶ μένειν δῆλὸν ἔσται [42E] μικρὸν ὕστερον ἐν τῷ ἑαυτοῦ κατὰ τρόπον ἥξει, τοῦ παντὸς ἐξηρημένος καὶ χωριστός. ὁ οὖν ἐγκόσμιος νοῦς ἐστιν οὗτος, οὐ ἡ ζωὴ περιἔχει τὰς ψυχικὰς ζωάς, ἡ μονοειδὴς τὰς δυοειδεῖς, ἡ αἰώνιος τὰς μὴ αἰωνίως κινουμένας. οὕτω μὲν οὖν ἡ ὅλη ψυχὴ προελήλυθε, μονὰς τε οὖσα καὶ δυὰς καὶ ὅσον ἐπὶ τοῖς εἰρημένοις ἀδιάφορος πρὸς ἑαυτήν· λοιπὸν δὲ ὅπως ἐκ τῶν δημιουργικῶν διαιρέσεων τὸ μὲν ἔσχε ἐν ἑαυτῇ θειότερον, τὸ δὲ καταδεέστερον, ἐξῆς παραδίδωσιν· ἡμεῖς μὲν γὰρ σαφηνείας ἕνεκα καὶ ταῦτα παρειλήφαμεν, ἐπακούσωμεν δὲ καὶ τῶν τοῦ Πλάτωνος αὐτοῦ ῥημάτων, οἷα δή φησιν ἐν τοῖς ἔχομένοις.