Ancient Greek
2.261.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.261.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 36C] παντὸς ἀμφότερα. ἐπεὶ καὶ αὐτὸς ὁ Πλάτων ἐν τῷ Φαίδρῳ [246 AB] τὸν μὲν ταύτου, τὸν δὲ θάτερον τῶν ἵππων ἔλεγε, καίτοι καὶ τοὺς θεοὺς ἵππους ἀποδιδούς, ἀλλ’ ἀγαθούς καὶ ἐξ ἀγαθῶν. κἀνταῦθα τοίνυν ὁ μὲν ἔξω τῶν κύκλων 5 ὁ διανοητικὸς ἐστιν, ὁ δὲ ἐντὸς ὁ δοξαστικός· δύναμιν γὰρ ὁ δημιουργὸς ἐνδεδωκε τῷ διανοητικῷ, καθ’ ἣν θειοτέρος ἐστι τοῦ δοξαστικοῦ· μᾶλλον γὰρ ἦνυσται καὶ νοερώτερος ἐστι· τὸ γὰρ ἐπιφημίσαι τοῦτο μήτοι θείσιν ὀνόματος ψιλὴν ὑπολάβης, ἀλλὰ μετάδοσιν δυνάμεως ταυτοποιίον, ὥσπερ 10 καὶ τῷ δοξαστικῷ τὸ ἑτεροποιὸν ἀπένειμε. πρότερον μὲν οὖν τὴν ὁμοιότητα τῆς ψυχῆς αὐτῆς πρὸς ἑαυτὴν ἀνειδίασχε, νῦν δὲ καὶ τὴν ὑπεροχὴν αὐτῆς πρὸς ἑαυτὴν καὶ τὴν ὑφεσιν προσέσθην, ἣν ἔχει λαβοῦσα παρὰ τοῦ δημιουργοῦ, τὸν μὲν ἔξω ποιούντος τῶν κύκλων, καθόσον αὐτὸν ὁμοιότερον 15 ποιεῖ πρὸς τὸν νοῦν καὶ τὸ νοητόν (ἐκεῖνα γὰρ τὰ ἔξω κυρίως ἐστίν, ὡς ἐξηρημένα ἀφ’ ὅλων τῶν δευτέρων), τὸν δὲ ἐντός, ὡς συνεχόμενον ὑπὸ τοῦ κρείττονος καὶ ὡς ὀφείλοντα κρατεῖσθαι παρ’ αὐτοῦ καὶ ὡς ὄντα φύσεως καταδεεστέρας. πολλοῦ ἄρα δεῖ τοὺς κύκλους τούτους μαθη- 20 ματικῶς ὁ Πλάτων σκιαγραφεῖν, ὡς γε καὶ ἴσους αὐτοὺς ὄντας ἀνίσους ποιεῖ καὶ ὁμοίους ὑπάρχοντας ἀνομοίους ἀποτελεῖ, τὴν δημιουργικὴν βούλησιν τὴν οὐσίαν αὐτοῖς ἀπονέμων. Ἄλλ’ ἀποροῦσι πρὸς ταῦτά τινες, ὅπως τῆς ψυχῆς ὁμοιομεροῦς οὖσης ὁ μὲν ταύτου τῶν κύκλων, ὁ δὲ 25 θάτερον, καὶ ὁ μὲν ἐντός, ὁ δὲ ἔκτὸς ἀποπέφανται· ταῦτα γὰρ ἀνατρέπεν τὴν ὁμοιομέρειαν. ὁ μὲν οὖν Πορφύριος ἐπὶ τὰ αἰσθητὰ φερόμενος καὶ ἐπὶ τὰς μίξεις τὰς ἐνύλους τὸ μελίκρατον καὶ τὸ οἰνόμελι ἄνω καὶ κάτω θρυλεῖ πᾶν μὲν ὁμοιομερὲς ὄν, ἄλλοις δὲ ἄλλο πάθος ἐμποιοῦν· τοὺς 30 μὲν γὰρ ἡ οἰνώδεια μᾶλλον, τοὺς δὲ ἡ γλυκύτης διατίθησιν. ὁ δὲ ἡμέτερος πατήρ ἡξίου πρέπουσαν τοῖς ἄυλοις καὶ