Ancient Greek
2.262.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.262.2
Unproofread scanNot analysed yet
ἀσωμάτοις τὴν μῖξιν τῶν γενῶν θεωρεῖν. ἡ δὲ ἐστὶν οὐ κατὰ σύγχυσιν τῶν εἰδῶν οὐδὲ κατὰ σύμφθαρσιν τῶν δυνάμεων, ἀλλ’ ἐκείνων σφoμένων καθ’ ἑαυτὴν τε καὶ τὴν δι’ ἀλλήλων χώρησιν· αἱ γὰρ φθoραὶ καὶ αἱ τούτων τῶν δυνάμεων ἐλαττώσεις ἐν τοῖς ἐνύλοις εἰσίν, οὐ δυναμένης τῆς ὕλης τὰς διαφόρους ἰδιότητας ἀσύγχytous ἐν ἑαυτῇ καὶ ἀκραφνεῖς διαφυλάττειν· ἴδιον γὰρ τῆς μὲν ἄυλου μίξεως τὸ ταυτὰ καὶ ἡνωμένα καὶ διηρημένα καὶ συγκεκραμένα καὶ ἀμιγῆ διαμένειν, τῆς δὲ ἐνύλου τὸ τὰ μεμιγμένα ἀδιάκριτα ἀπ’ ἀλλήλων εἶναι· κατὰ γὰρ σύμφθαρσιν ἡ μῖξις. καὶ ὅτι δυνατόν ἐστιν καὶ τοιαύτας ἄυλους μίξεις, οἷας ἡμεῖς φαμεν, ὁρῶν ὑπομνησθῆσιν ἀπὸ τῶν ἐπιστημῶν, ἀπὸ τῶν φυσικῶν λόγων, ἀπὸ τῶν πολλῶν λαμπάδων· τὰ τε γὰρ πολλὰ φῶτα ἐν ποιoύντα φῶς ὅμως ἀσύγχyta διαμένει, καὶ οἱ πολλοὶ λόγοι πάντες ὁμοῦ ὄντες καὶ διεκρίθησαν ἀπ’ ἀλλήλων κατὰ τὴν ἑτερότητα τὴν φυσικήν, καὶ αἱ πολλαὶ ἐπιστήμαι ἐν ἀλλήλαις οὔσαι καὶ ἀμιγεῖς εἰσὶ πρὸς ἀλλήλας. δῆλον δὲ ἐκ τῶν ἐνεργειῶν· τὰ μὲν γὰρ συγκεχυμένα τὰς οἰκείας ἐνεργείας ἀποδιδόναι καθαρῶς ἀδύνατον. αἱ δὲ ἐπιστήμαι τὰ οἰκεῖα ἐνεργοῦσιν ἑκάστη καθαρῶ ἐφ’ ἑαυτῆς. εἰ τοίνυν τὰ γένη τῆς ψυχῆς ἄυλως μέμιχται, καὶ ἐν ἀλλήλοις ἐστὶ καὶ ἐφ’ ἑαυτῶν ἵδρυται, καὶ τῷ μὲν ἐν ἀλλήλοις εἶναι πᾶσαν ὁμόχρουν ἀποτελεῖ τὴν ψυχήν, διὸ πᾶν μόριον αὐτῆς ἐκ τῶνδε τῶν γενῶν ἐστι, τῷ δὲ ἐφ’ ἑαυτῶν ἵδρύσθαι καὶ τὴν οἰκείαν καθαρότητα διασῴζειν ἄλλα κατ’ ἄλλας αὐτῆς δυνάμεις διαλάμπει καὶ μᾶλλον ἄλλων ἄλλα κρατεῖ· τὸ γὰρ ὁμοιομερὲς πάντη καὶ ὁμοειδὲς ἐν τοῖς δι’ ὅλων κεχραμένους καὶ συνεφθαρμένοις ἐστίν. ὅπου δὲ καὶ τὸ ἀμιγὲς ἐστὶν ἐν τῇ μίξει καὶ τὸ ἀσύγχyτον ἐν τῇ διαπολῇ καὶ ἐν τῇ κράσει τὸ καθαρὸν, ἐνταῦθα καὶ ὅλα δι’ ὅλων διήκειν δυνατόν, ἑν’ ἑκαστον μόριον ἐκ πάντων ἑ, καὶ ἑκαστον ἐφ’ ἑαυτοῦ μένειν, ἑν’ ἄλλο ἐν ἄλλῳ κρατή.