Ancient Greek
2.264.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.264.1
Unproofread scanNot analysed yet
καὶ παρὰ πρώτου Πλάτωνος ἡμῖν ἐξεδόθησαν, οὓς αὐτὸς κατεῖδε νοερῶς καὶ οἱ μετ’ αὐτὸν σοφοὶ γεγενημένοι ἠσπάσαντο· δεῖ γὰρ οἴεσθαι καὶ ψυχικοὺς εἶναι χαρακτήρας καὶ οὐ μόνον κοινοὺς πάσης ψυχῆς, ὥσπερ τούτους, ἀλλὰ καὶ ἰδίους ἄλλης ἄλλους, ὥσπερ δὴ καὶ ἐξεδόθησαν παρ’ αὐτῶν τῶν θεῶν, Ἡρακλέους, Πενθέως, Ἀγαύης, καὶ αὐτοῦ τοῦ Πλάτωνος. ἀλλὰ τούτους μὲν θεῶν ἦν μόνων καὶ εἰδέναι καὶ ἐκφαίνειν· τὸν δὲ πάσης ψυχῆς κοινὸν ἀρξάμενον ἀπὸ τῆς τοῦ παντὸς καὶ ἐθεάσατο Πλάτων πρῶτος καὶ ἀνέγραψε καὶ τοῦτου ποιητὴν τὸν δημιουργὸν ἀπέφηνεν ἐγγράψαντα τῇ οὐσίᾳ τῆς ψυχῆς τὸν ζωογονικὸν αὐτῆς χαρακτήρα καὶ ὀνόματα θέντα ταῖς νοεραῖς αὐτῆς, ὡς εἴπομεν, περιφοραῖς δύο διτταῖς ὑπαρχούσαις, καὶ ταῦτα ἀπὸ τῆς οἰκείας οὐσίας προχειρισάμενον· αὐτὸς γὰρ ἐστὶν ὁ κατὰ ταῦτα μάλιστα τὰ γένη τοῦ ὄντος χαρακτηριζόμενος, τὸ ταὐτὸν λέγω καὶ τὸ ἕτερον, ἐπεὶ καὶ δημιουργῷ μάλιστα προσῆκει τὸ μὲν ὡς κατὰ τὰ πέρατα τῶν εἰδῶν μορφοῦντι τὴν ὕλην, τὸ δὲ ὡς συνάγοντι τὰ πολλὰ πρὸς τὴν τοῦ δημιουργήματος ὡς ἑνὸς μίαν ἰδέαν. διὸ καὶ ὁ παρ’ Ὀρφεῖ [frg. 121. 122] δημιουργὸς περὶ τούτων ἐρωτᾷ διαφερόντως τὴν Νύκτα, λέγων πῶς δέ μοι ἕν τε τὰ πάντ’ ἔσται καὶ χωρὶς ἕκαστον; τὸ μὲν γὰρ χωρὶς ἕκαστον διὰ τῆς ἑτερότητος ποιεῖ, τὸ δὲ ‘ἕν εἶναι τὰ πάντα’ διὰ τῆς ταυτότητος. καὶ τὰ λόγια δὲ νοεραῖς μὲν στράπτειν τομαῖς τὸν δημιουργὸν λέγοντα τὴν ἑτεροποιὸν αὐτοῦ δηλοῖ δύναμιν, ἐρωτὸς δὲ ἐμπλήσαι πάντα [διὰ] τὴν ταυτοποιίον. ὥστ’ εἰκότως ἀπὸ τῆς ἑαυτοῦ ταῦτα τὰ ὀνόματα οὐσίας καὶ τοῖς κύκλοις ἐθετο τῆς τοῦ παντὸς ψυχῆς, δημιουργικὰ ὄντα συνθήματα. δεῖον οὖν ὄνομα τοῦτό ἐστιν, ὁ ταὐτοῦ κύκλος, ὡς σύνθημα φέρων τῆς ταὐτοῦ νοητῆς αἰτίας, καὶ ὁ ἑατέρου κύκλος, ὡς