Ancient Greek
2.264.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.264.2
Unproofread scanNot analysed yet
κοι παρὰ πρώτου Πλάτωνος ἡμῖν ἐξεδόθησαν, οὓς αὐτὸς κατεῖδε νοερώς καὶ οἱ μετ’ αὐτὸν σοφοὶ γεγονότες ἠσπάσαντο· δεῖ γὰρ οἴεσθαι καὶ ψυχικοὺς εἶναι χαρακτήρας καὶ οὐ μόνον κοινούς πάσης ψυχῆς, ὥσπερ τούτους, ἀλλὰ καὶ ἰδίους ἄλλης ἄλλους, ὥσπερ δὴ καὶ ἐξεδόθησαν παρ’ αὐτῶν τῶν θεῶν, Ἡρακλέους, Πενθέως, Ἀγαύης, καὶ αὐτοῦ τοῦ Πλάτωνος. ἀλλὰ τούτους μὲν θεῶν ἦν μόνων καὶ εἰδέναι καὶ B ἐκφαίνειν· τὸν δὲ πάσης ψυχῆς κοινὸν ἀφένμενον ἀπὸ τῆς τοῦ παντὸς καὶ ἰδεάσατο Πλάτων πρῶτος καὶ ἀνέγραψε καὶ τοῦτον ποιητὴν τὸν δημιουργὸν ἀπέφηνεν ἐγγραφμένα τῇ οὐσίᾳ τῆς ψυχῆς τὸν ζωογονικὸν αὐτῆς χαρακτῆρα καὶ ὀνόματα θέντα ταῖς νοεραῖς αὐτῆς, ὡς εἴπομεν, περιφοραῖς δύο διτταῖς ὑπαρχούσαις, καὶ ταῦτα ἀπὸ τῆς οἰκείας οὐσίας προχειρισάμενον· αὐτὸς γὰρ ἐστὶν ὁ κατὰ ταῦτα μάλιστα τὰ γένη τοῦ ὄντος χαρακτηριζόμενος, τὸ ταυτόν λέγω καὶ τὸ ἕτερον, ἐπεὶ καὶ δημιουργῷ μάλιστα προσήκει τὸ μὲν ὡς κατὰ τὰ πέρατα τῶν εἰδῶν μορφοῦντι τὴν ὕλην, τὸ δὲ ὡς συνάγοντι τὰ πολλὰ πρὸς τὴν τοῦ δημιουργήματος ὡς ἑνὸς μίαν ἰδέαν. διὸ καὶ ὁ παρ’ Ὀφρεί [frg. 121. 122] δημιουργὸς περὶ τούτων ἐρωτᾷ διαφερόντως τὴν Νύμφα, λέγων πῶς δέ μοι ἐν τε τὰ πάντα’ ἔσται καὶ χωρὶς ἕκαστον; τὸ μὲν γὰρ χωρὶς ἕκαστον διὰ τῆς ἑτερότητος ποιεῖ, τὸ δὲ ‘ἕν εἶναι τὰ πάντα’ διὰ τῆς ταυτότητος. καὶ τὰ λόγια δὲ νοεραῖς μὲν στράπτειν τομαῖς τὸν δημιουργὸν λέγοντα τὴν ἑτεροποιὸν αὐτοῦ δηλοῖ δύναμιν, ἐρωτὸς δὲ ἐμ- C πλήσαι πάντα [διὰ] τὴν ταυτοποιίον. ὡς’ εἰκότως ἀπὸ τῆς ἑαυτοῦ ταῦτα τὰ ὀνόματα οὐσίας καὶ τοῖς κύκλοις ἔθετο τῆς τοῦ παντὸς ψυχῆς, δημιουργικὰ ὄντα συνθήματα. θεῖον οὖν ὄνομα τοῦτό ἐστιν, ὁ ταυτοῦ κύκλος, ὡς σύνθημα φέρων τῆς ταυτοῦ νοητῆς αἰτίας, καὶ ὁ ἑτέρου κύκλος, ὡς