Ancient Greek
2.265.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.265.1-2
Unproofread scanNot analysed yet
σύμβολον ἔχων τῆς θάτερου φύσεως· ἔστι γὰρ ὡς μὲν ἐν τοῖς γένεσι τοῦ ὄντος ὁ μὲν ταυτότητος, ὁ δὲ ἑτερότητος συγγενής, ὡς δὲ ἐν θεοῖς τοῖς νοεροῖς ὁ μὲν τῶν πατρικῶν αἰτίων καὶ συνοχικῶν καὶ ἀτρέπτων, ὁ δὲ τῶν γονίμων καὶ ζωογονικῶν ἐξηρημένος, ὡς δὲ ἐν τοῖς νοητοῖς ὁ μὲν τοῦ πέρατος, ὁ δὲ τῆς ἀπειρίας μᾶλλον μετέχων. ταῦτ’ οὖν τὰ ἀπὸ τούτων τῶν τάξεων συνθήματα τὸν μὲν τοιούτον, τὸν δὲ τοῦ ἐναντίου πεποίηκεν ὀνόματος τυχεῖν. τί οὖν; φαίη τις ἂν· ἀπόλωλεν ἡ μία οὐσία τῆς ψυχῆς ἐν τῇ διαιρέσει τῶν διττῶν τούτων κύκλων; οὐδαμῶς, φήσομεν· ἐπὶ γὰρ τῶν θείων ἡ διαίρεσις δευτέρα τῆς ἐνώσεώς ἐστι καὶ ἡ πρόοδος μέση τῆς τε μονίμου δυνάμεως καὶ τῆς ἐν τῇ ἐπιστροφῇ τελειότητος. ἀλλ’ ἐπεὶ καὶ μονάς ἐστιν οὐσιωδῶς ἡ ψυχὴ καὶ διὰς καὶ μία καὶ πλήθος, μένουσά τε ἅμα καὶ προϊοῦσα καὶ ἐπιστρέφουσα, καὶ ἦνται πρὸ τῆς διαιρέσεως, διὸ πρὸ τῶν πολλῶν μοιρῶν ὑπέστη τὸ ἓν ὅλον κρᾶμα τῆς ψυχῆς, καὶ κατὰ τὴν πρόοδον μερισθεῖσα πάλιν ἠνώθη κατὰ τὴν ἐπιστροφὴν. ὁ γοῦν ἐλάττων κύκλος ἐν τῷ μείζονι περιεῖληπται· καθάπερ γὰρ ὁ νοῦς περιέχει τὴν ψυχήν, ἐλλάμπων εἰς αὐτὴν τὸ ἀφ’ ἑαυτοῦ φῶς, οὕτω δὴ καὶ ὁ ταύτου κύκλος ἐνώσεως καὶ τελειότητος τῷ θάτερου μεταδίδωσιν, ἄχραντον μὲν αὐτὸν ἐν ταῖς προνοίαις, ἠνωμένον <δὲ> ἐν ταῖς προόδοις, νοερὸν δὲ πως καὶ τοῦτο<ν> ἐν τῇ γνώσει τῶν αἰσθητῶν ἀπεργαζόμενος. διὸ καὶ θαυμαστῶς ὁ μὲν τοῖν κύκλοι κατὰ τὸ ταυτόν, ὁ δὲ κατὰ τὸ θάτερον καὶ ὑφέστηκε καὶ ὀνόμασται, τὸ δὲ οὐσιώδες ὡς κοινὸν ἀμφοτέρων ἀφεῖται μηδενὶ τῶν μερῶν ἀποδοθέν. κατὰ τοῦτο οὖν ἡ ψυχὴ μία, δυοειδὴς δὲ κατ’ ἐκεῖνα τρόπον τινὰ ἀντικείμενα ἀλλήλοις.