Ancient Greek
2.267.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.267.1-2
Unproofread scanNot analysed yet
δοσιν, ὅπου γε καὶ κατὰ τὸ ταυτὸν καὶ ὕστερον. λέγει γοῦν τὴν μὲν ἀπλανὴ τοῦ ὡσαύτως εἶναι πᾶσιν αἰτίαν, τὰς δὲ πλανωμένας τοῦ ἄλλοτε ἄλλως. οὐ μὴν ἀλλ’ ἐκεῖνό γε μοι δοκεῖ τῆς Πλατωνικῆς εἶναι διδασκαλίας ἐξαιρέτον, τὸ μὴ κατὰ τὴν ἡμετέραν σχέσιν ταῦτα διορίζειν, ἀλλ’ ἀπ’ αὐτῆς τῆς δημιουργίας προιοῦσας παραδιδόναι ταύτας τὰς ἰδιότητας· εἰ γὰρ αὐτὸς ὁ δημιουργὸς καὶ εἰς αὐτὰς τὰς ψυχὰς ἐνέθηκε τὰς θείας τὸ τε δεξιὸν καὶ τὸ ἀριστερόν, οὔτε πρὸς τὴν ἡμετέραν θέσιν οὔτε ὡς σχέσις φιλὴ τούτων ἐκάτερον ἐν τῷ κόσμῳ προελήλυθεν, ἀλλ’ ἰδιότητές εἰσιν οὐσιώδεις, ὥσπερ καὶ τὸ πατρικὸν ἐν τοῖς θεοῖς καὶ τὸ μητρικὸν οὐσιῶν εἰσι θείων ἰδιότητες· ὅπου γὰρ καὶ ἐν τοῖς μερικοῖς ζῴοις ἡ φύσις οὐ κατὰ φιλήν σχέσιν τὰ μὲν ὑπέστησε δεξιά, τὰ δὲ ἀριστερὰ τῶν μερῶν, ἀλλὰ κατὰ φυσικὰς δυνάμεις —δηλοῖ δὲ ἄλλα μὲν ὡδὶ πλάττουσα, ἄλλα δὲ ἐν ὕστερῳ μόρια, καὶ τὸ μὲν ἀρχὴν ποιήσασα κινήσεως, τὸ δ’ οὔ —τί χρὴ περὶ αὐτῆς οἴεσθαι τῆς δημιουργίας; ἆρ’ ὅτι κατὰ σχέσιν μόνον ἀποφαίνει τὸ μὲν δεξιόν, τὸ δὲ ἀριστερόν; καὶ πῶς ἢ τῷ εἶναι παράγειν αὐτὴν ἂ παράγει φυλάξομεν, ἢ τὴν θείαν ψυχὴν οὐσίαν εἶναι καθαρὰν ἀπάσης τῆς τῶν συμβεβηκότων ἐπείσαγωγης, ἢ μὴ τὴν φύσιν τῆς δημιουργίας μᾶλλον οὐσίας ἀπογεννᾶν; ἀλλ’ ὥσπερ, οἶμαι, ταύτην ἐν τοῖς σώμασι φυσικῶς τὸ δεξιὸν καὶ ἀριστερὸν ἀποτίθεσθαι φαμεν καὶ ἑαυτῆς ἐξάπτειν μᾶλλον τὸ δεξιὸν ὡς ἀρχὴν κινήσεως, οὕτω δὴ προσήκει καὶ τὸν ὑποστάτην τῆς ψυχῆς πολλῷ πρότερον ἐν αὐτῇ δημιουργικῶς ἀμφότερα παράγειν, καὶ οἷον εἰκόνα ἑαυτοῦ τὸ δεξιόν, οὕτω δὲ καὶ ἐν τῷ κόσμῳ τὸ μὲν ἀπλανὲς ἐπὶ δεξιὰ περιάγειν, τὸ δὲ πλανώμενον ἐπ’ ἀριστερά, τὸ μὲν πρωτουργὸν ἔχον ζωήν καὶ δυνάμεως ἀκήν καὶ δραστήριον ἐνέργειαν, τὸ δὲ γόνιμον ὂν καὶ ποικίλον καὶ τὰς ἀρχὰς τῆς κινήσεως ἀλλοχόθεν ὑποδεχόμενον. διὸ καὶ ἐν τῷ παντὶ τὸ μὲν ἀπλανὲς πάντων ἐστὶ κρατητικόν, καθ’ ἕνα κύκλον τὰ πάντα περιάγον,