Ancient Greek
2.27.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.27.3
Unproofread scanNot analysed yet
αὐτὴ s 28 ταυτὸ **P** μέρος **P** ἰσότητος ἔχουσι τὴν γένεσιν· εἰ δὲ τοῦτο, τὸ μονοειδὲς ἔχουσι καὶ τὸ συναγωγὸν καὶ ἑνοποιὸν τῶν πραγμάτων. ἡ γὰρ ἰσότης ἄνὰ λόγον ἐστὶ <τῇ> ταυτότητι καὶ τῇ μονάδι καὶ τῷ πέρατι καὶ τῇ ὁμοιότητι, δι’ ὧν ἡ κοινωνία τοῖς οὖσίν ἐστι. διὸ καὶ τὸ πέφυκεν οἰκείως προσέθηκεν ὁ Πλάτων, ὅτι τὸ αὐτοφυὲς ἔχουσιν αἱ ἀναλογίαι καὶ πᾶσαι αἱ μεσότητες καὶ οὐ μεμηχανημένον ἐπάγουσι τὸν δεσμὸν οὐδ’ ἐπείσακτον, ἀλλ’ ἐν αὐταῖς ταῖς οὐσίαις καὶ ταῖς δυνάμεσιν ἀναφαίνονται τῶν πραγμάτων.